Opus · 荷马

奥德赛·古希腊原文

Monro & Allen, Homeri Opera (Oxford Classical Texts), 1920 · 24 卷

目录


卷 1

   1  ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
      πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
      πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
      πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
   5  ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
      ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
      αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
      νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
      ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
  10  τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
      ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν
                  ὄλεθρον,
      οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
      τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
      νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων
  15  ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
      ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
      τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
      εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
      καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες
  20  νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν
      ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
      ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,
      Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
      οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,
  25  ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
      ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
      Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
      τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
      μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
  30  τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·
      τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·
      ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
      ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
      σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,
  35  ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
      γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,
      εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
      Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
      μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
  40  ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
      ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
      ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο
      πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  45  ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
      καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
      ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
      ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
      δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
  50  νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
      νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,
      Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
      πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
      μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
  55  τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
      αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
      θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
      ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
      ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
  60  ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς
      Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
      Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
      τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
      τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  65  πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
      ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν
      ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
      ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
      Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
  70  ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
      πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
      Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
      ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
      ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
  75  οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
      ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
      νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
      ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
      ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
  80  τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
      ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
      εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
      νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
      Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
  85  νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
      νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
      νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
      αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
      μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
  90  εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
      πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
      μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
      πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
      νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
  95  ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
      ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
      ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
      ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
      εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
 100  βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
      ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
      βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
      στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
      οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
 105  εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
      εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
      πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
      ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
      κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
 110  οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
      οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
      νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
      τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
      ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
 115  ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
      μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
      τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
      τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
      βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
 120  ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
      χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ
                     ἔπειτα
      δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
 125  ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
      οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
      ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν
      δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
      ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
 130  αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
      καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
      πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
      μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
      δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
 135  ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
      χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
      καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
      νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
      σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
 140  εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
      δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
      παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
      κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
      ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
 145  ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
      τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
      σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
      κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
 150  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
      μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
      μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·
      κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
      Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
 155  ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
      αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
      ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
      ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
      τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
 160  ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
      ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
      κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
      εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
      πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι
 165  ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
      νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
      θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
      φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
 170  τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
      ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
      ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
      οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.
      καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
 175  ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
      ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
      ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
      τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
      τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
 180  Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
      υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
      νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν
      πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,
      ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
 185  νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,
      ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
      ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
      ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν
      Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
 190  ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν
      γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
      παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
      ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
      νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,
 195  σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
      οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
      ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
      νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
      ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.
 200  αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
      ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
      οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.
      οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
      ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·
 205  φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
      εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
      αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
      κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,
 210  πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
      Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
      ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
 215  μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
      οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
      ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
      ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
      νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
 220  τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
      τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
      οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
      θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
 225  τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;
      εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
      ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
      δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
      αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
 230  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
      μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
      ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
      νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
 235  οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
      ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
      εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
      ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
      τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
 240  ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
      νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
      οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
      κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
      οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
 245  ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
      Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
      ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
      τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
      ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
 250  ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
      οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
      τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
      ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
      δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
 255  εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
      σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
      τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
      οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
      ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
 260  ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
      φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
      ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
      δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
      ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
 265  τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
      πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
      ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
      ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
      οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
 270  ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
      εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
      αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
      μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
      μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
 275  μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
      ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
      οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
      πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
      σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
 280  νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
      ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
      ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
      ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
      πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
 285  κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
      ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
      εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
      ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
      εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
 290  νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
      σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
      πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
      αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
      φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
 295  ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
      κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
      νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
      ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
      πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
 300  Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
      καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
      ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
      αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
      ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
 305  σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
      ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
      ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
 310  ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
      δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
      τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
      ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
 315  μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
      δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
      αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
      καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.
      ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
 320  ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ
      θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
      μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
      θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
      αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
 325  τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
      ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
      λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
      τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
      κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
 330  κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
      οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
      ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
      στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
      ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
 335  ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
      δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
      Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια
                     οἶδας,
      ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
      τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
 340  οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
      λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
      τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
      τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
      ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
 345  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
      τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ
      αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
      ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
 350  τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
      τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,
      ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
      σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
      οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
 355  ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
      ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
      ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
      ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
      πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
 360  ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
      παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
      ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
      κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
      ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
 365  μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
      πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
      τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
      μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν
                     ἔχοντες,
      νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
 370  ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
      τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
      ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες
      πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
      ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,
 375  ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
      εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
      ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
      κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
      αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
 380  νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες
      Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
      τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
      Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
 385  ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
      μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
      ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
 390  καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
      ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
      οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
      ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
      ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
 395  πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
      τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
      αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο
      καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
      τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
 400  Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
      ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
      κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
      μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν
      κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
 405  ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
      ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
      γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
      ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
      ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
 410  οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε
      γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
      οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
 415  οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
      ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
      ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
      Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
      υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
 420  ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
      οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
      τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
      τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
      δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
 425  Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
      ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
      ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
      τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
      Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
 430  τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
      πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
      ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
      εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
      ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
 435  δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
      ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
      ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
      καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
      ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
 440  πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
      βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
      ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
      ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
      βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.

卷 2

   1  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
      εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
      ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
   5  βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
      αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
      κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
      οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
      αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  10  βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
      οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
      θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
      τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
      ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
  15  τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
      ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
      καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
      Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
      Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
  20  ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
      τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
      Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
      ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
      τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
  25  κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·
      οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος
      ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
      νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
      ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
  30  ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
      ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
      ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;
      ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ
      Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
  35  ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
      οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,
      στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
      κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
      πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
  40  ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι
                     αὐτός,
      ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
      οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
      ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
      οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,
  45  ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ
      δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν
      τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·
      νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
      πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
  50  μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
      τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,
      οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
      Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
      δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
  55  οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
      βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
      εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
      μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
      οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  60  ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα
      λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
      ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
      οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς
      οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
  65  ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,
      οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,
      μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
      λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
      ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·
  70  σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ
      τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
      δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,
      τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
      τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
  75  ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
      εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·
      τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
      χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·
      νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
  80  ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
      δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.
      ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
      Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
      Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
  85  Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
      ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
      σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
      ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.
      ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,
  90  ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
      πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
      ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
      ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
      στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  95  λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
      κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,
      μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
      ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
      Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
 100  μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
      μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
      αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
      ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.
      ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
 105  νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
      ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
      ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
      καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
      καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
 110  ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·
      σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς
      αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
      μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
      τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
 115  εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,
      τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη
      ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
      κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,
      τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,
 120  Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
      τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
      ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.
      τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,
      ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν
 125  ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
      ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
      ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
      πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 130  Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
      ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,
      ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν
      Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
      ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
 135  δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς
      οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
      ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
      ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
      ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας
 140  ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
      εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
      ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
      κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
      αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
 145  νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
      ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς
      ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
      τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
      πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
 150  ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
      ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
      ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·
      δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
      δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.
 155  θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·
      ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
      τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
      Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
      ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·
 160  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·
      κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·
      μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·
      τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς
      δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
 165  ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
      πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
      οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν
      φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ
      παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
 170  οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·
      καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,
      ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον
      Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
      φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,
 175  ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
      οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
      τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
      ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
      οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·
 180  ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
      ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο
      φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
      ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
      ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
 185  οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,
      σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
      ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
      αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
      παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
 190  αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
      πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·
      σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ
      τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
      Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·
 195  μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
      οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
      πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
      οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν
      μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
 200  οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,
      οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,
      μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.
      χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα
      ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς
 205  ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα
      εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας
      ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,
 210  ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·
      ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
      ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
      οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
      εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
 215  νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
      ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
      ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
      εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
      ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
 220  εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,
      νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
      σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
      πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
      ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ
                  ἀνέστη
 225  Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
      καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
      πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
      ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
      κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·
 230  μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
      σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
      ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
      ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
      λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
 235  ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
      ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
      σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
      οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
      νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
 240  ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
      παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
      τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
      Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες
      ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
 245  ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
      εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
      δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
      ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,
      οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
 250  ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
      εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.
      ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,
      τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,
      οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
 255  ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων
      πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.
      ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
      οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,
      μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.
 260  Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
      χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·
      κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
      καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
      νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
 265  ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
      μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
      ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
      Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
      καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
 270  Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ
                     ἀνοήμων,
      εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
      οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
      οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
      εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
 275  οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
      παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
      οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
      ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
      οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
 280  ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
      τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
      ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
      οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
      ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
 285  σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
      τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
      ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.
      ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,
      ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
 290  οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
      δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους
      αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
      πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·
      τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
 295  ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
      ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν
      Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
      βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
      εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
 300  αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
      Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
      ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
      Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι
                     ἄλλο
      ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
 305  ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
      ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
      νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
      ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 310  Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν
      δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
      ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
      κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
      νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
 315  πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
      πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
      ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
      εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
      ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων
 320  γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
      ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο
      ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
      οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
      ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
 325  ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
      ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
      ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
      ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
      ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,
 330  ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
      ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·
      τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
      τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
      οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
 335  κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
      τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
      ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
      εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
      ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
 340  ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
      ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
      ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς
      οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
      κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
 345  δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
      ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
      Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
      τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
      μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν
                     ἄφυσσον
 350  ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
      κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
      διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
      δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
      ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·
 355  εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
      αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·
      ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
      μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.
      εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
 360  νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
      ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
      καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
      τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
      ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
 365  μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης
      διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
      οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,
      ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.
      ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ
 370  πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
      ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
      πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
 375  ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
      ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
      ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
      αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
      αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
 380  ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.
      Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.
      ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
      Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
      καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
 385  ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
      ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
      ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
      δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
      καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ
 390  ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.
      στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι
      ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.
      ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
      βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·
 395  ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
      πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.
      οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν
      ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
      αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
 400  ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
      Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
      Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
      ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
      ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
 405  ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
      καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
      αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
      εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
      τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
 410  δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη
      ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,
      οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
      ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
      οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
 415  κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
      ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,
      νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς
      ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,
      ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
 420  τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
      ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.
      Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
      ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.
      ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
 425  στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
      ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
      ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
      στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
      ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
 430  δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
      στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
      λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
      ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
      παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.

卷 3

   1  Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
      οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
      καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
      οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
   5  ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
      ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
      ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
      ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
      εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,
  10  οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης
      στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
      ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
      τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
      Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ
                     ἠβαιόν·
  15  τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
      πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
      ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
      εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
      λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
  20  ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
      οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
      αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
  25  τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
      Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
      ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
      οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
      ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  30  καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
      ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
      ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
      δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
      οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
  35  χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
      πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
      ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
      κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
      πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
  40  δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
      χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
      Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
      εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
      τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
  45  αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
      δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
      σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
      εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
      ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
  50  τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
      ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
      χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
      οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
      αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
  55  κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
      ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
      Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
      αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
      σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
  60  δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
      οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
      ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
      δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
      ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
  65  οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
      μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
      νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
  70  ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
      ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
      ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
      οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
      ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
  75  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
      θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
      θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
      ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
      ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  80  εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
      ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
      πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
      πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
      δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
  85  σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
      ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
      πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
      κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
      οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
  90  εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
      εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
      τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
      κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
      ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  95  πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
      μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
      ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
      λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
      ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
 100  δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
      τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
      ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
      δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
 105  ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
      πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
      ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
      μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
      ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
 110  ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
      ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
      Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
      ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
      πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
 115  οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
      ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
      πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
      εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
      παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
 120  ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
      ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
      παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
      κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
      ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
 125  ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
      ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
      οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
      ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
      φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
 130  αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
      βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
      καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
      Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
      πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
 135  μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
      ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
      τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
      μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
      οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
 140  μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
      ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
      νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
      οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
      λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
 145  ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
      νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
      οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
      ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
      ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
 150  ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
      νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
      ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
      ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
      κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
 155  ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
      αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
      ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
      ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
      ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
 160  οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
      σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
      οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
      ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
      αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
 165  αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
      φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
      φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
      ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
      ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
 170  ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
      νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,
      ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
      ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν
      δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
 175  τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
      ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα
      ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
      ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
      πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
 180  τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
      Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
      ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
      οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
      ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
 185  κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
      ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
      πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
      εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
      οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
 190  εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
      πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
      οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
      Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
      ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
 195  ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
      ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
      ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
      Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
      καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
 200  ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
      καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
      οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
 205  αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
      τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
      οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
      ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
      πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
 210  τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
      ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
      φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
      ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
      εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
 215  ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
      τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
      ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
      εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
      ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
 220  δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—
      οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
      ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
      εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
      τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
 225  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
      λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε
      ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
      τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
 230  Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
      ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
      βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
      οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
      ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
 235  ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
      ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
      καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
      μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 240  Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
      κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
      φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
      νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
      Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·
 245  τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·
      ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
      ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·
      πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
      ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον
 250  Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
      ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
      πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
      τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
      τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
 255  ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,
      εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
      Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·
      τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
      ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
 260  κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
      κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
      ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
      ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
      πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
 265  ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
      δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·
      πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν
      Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
      ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
 270  δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
      κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
      τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
      πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
      πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
 275  ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
      ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
      Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
      ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
      ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
 280  οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
      πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
      Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
      νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
      ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
 285  ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
      ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
      ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
      ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
      ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
 290  κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
      ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
      ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
      ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
      ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
 295  ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
      ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
      αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
      ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
      κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
 300  Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
      ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
      ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
      τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
 305  ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
      κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
      τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
      ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
      Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
      ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
 310  μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
      αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
      πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
      καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησο,
      κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
 315  οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
      κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
      ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
      ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
      ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
 320  ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
      ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
      αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
      ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
      εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
 325  πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
      ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
      λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
      ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
      ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθε.
 330  τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
      ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
      ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
      ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
      σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
 335  ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
      δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
      ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
      τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
      κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
 340  νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
      γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
      αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
      δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
      ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
 345  Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
      Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι,
      ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
      ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
      ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
 350  οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
      αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
      οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
      νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
      ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
 355  ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
      τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
      εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
      Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
      ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
 360  σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
      εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
      οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
      οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
      πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
 365  ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
      νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
      εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
      οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
      πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
 370  οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
      ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
      φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
      θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
      Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 375  ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν
                     ἔσεσθαι,
      εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
      οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
      ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
      ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
 380  ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
      αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
      σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
      ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
      τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
 385  ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
      τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
      υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
      ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
      ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
 390  τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
      οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
      ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
      τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
      εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
 395  αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε
                  θυμός,
      οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
      τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
      Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
      τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
 400  πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
      ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
      αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
      τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
 405  ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
      ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
      οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
      λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
      Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
 410  ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
      Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
      σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
      ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
      Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
 415  τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
      πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
      τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
      καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
      ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
 420  ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
      ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
      ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
      εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
      πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
 425  εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
      ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
      οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
      δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
      ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
 430  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ
                  βοῦς
      ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
      Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
      ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
      ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
 435  οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
      ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
      χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
      ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
      βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
 440  χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
      ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
      ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
      ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
      Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
 445  χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
      εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
      αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
      αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
      ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
 450  αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
      θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
      Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
      οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
      ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
 455  τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
      αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
      πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
      δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
      καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
 460  λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
      αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
      μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
      ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
      τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
 465  Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
      αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
      ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
      ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
      πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
 470  οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
      δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
      οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
 475  παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
      ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,
      καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
      ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
 480  ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
      ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
      πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
      ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
      μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
 485  ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
      οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
      δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
      ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
      υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
 490  ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
      ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
      μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
 495  ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
      ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
      δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.

卷 4

   1  οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
      πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
      τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
      υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
   5  τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
      ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
      δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
      τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
      Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
  10  υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
      ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
      ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
      ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
      Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
  15  ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
      γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
      τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
      φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
      μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
  20  τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ
                  ἵππω,
      Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
      στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
      ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
      βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
  25  ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
      ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
      ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
      ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
      ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
  30  τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
      οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
      τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
      ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
      ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  35  ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
      ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
      ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ
                  ἄλλους
      ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
      οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  40  καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,
      πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
      ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
      αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
      θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
  45  ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
      δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
      αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
      ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
      τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  50  ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
      ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
      χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
      καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
      νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  55  σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
      εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
      δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
      παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
      τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  60  σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
      δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
      ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
      ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
      σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
  65  ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
      ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
  70  ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
      φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
      χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
      χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
      Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
  75  ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
      τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
      καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις
                     ἐρίζοι·
      ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
  80  ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
      κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
      ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
      Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
      Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
  85  καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
      τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
      ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
      τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
      ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
  90  ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
      ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
      λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
      ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
      καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
  95  εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
      εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
      ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
      ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
      Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
 100  ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
      πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
      ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
      παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
      τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
 105  ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
      μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
      ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
      αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
      κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
 110  ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
      Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
      Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
      ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε
                  γόοιο.
      δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
 115  χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
      ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
      μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
      ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
      ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
 120  ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
      ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
      ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
      τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
      Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
 125  Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
      Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
      Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
      ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
      δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
 130  χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
      χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
      ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
      τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
      νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
 135  ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
      ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
      αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
      ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
      ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
 140  ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
      οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
      οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
      ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
      Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
 145  κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
      ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
      οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
      κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
 150  ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
      καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
      μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
      ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
      χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
 155  τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
      Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
      κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
      ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
      ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
 160  ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
      αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
      τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
      ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
      πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο
 165  ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
      ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
      εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
      ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
 170  ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
      καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
      Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
      νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
      καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
 175  ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
      καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
      αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
      καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
      ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
 180  πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
      ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
      ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
      ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
      κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
 185  κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
      οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
      μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
      τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
      τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
 190  Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
      Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
      οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
      καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
      τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
 195  ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
      κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
      τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
      κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
      καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
 200  Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
      ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
      Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
      ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
 205  εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
      τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
      ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
      ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
      ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
 210  αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
      υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
      ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
      δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
      χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
 215  Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
      ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας
                  ἔχευεν,
      ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
      ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
 220  αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
      νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
      ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
      οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
      οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
 225  οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
      χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
      τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
      ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
      Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
 230  φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
      ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
      ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
      αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
      ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
 235  Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
      ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
      Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
      ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
      καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
 240  πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
      ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
      ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
      δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
      αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
 245  σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
      ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
      ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
      δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
      τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
 250  πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
      καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
      ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
      ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
      μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
 255  πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
      καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
      πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
      ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
      ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
 260  χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
      ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
      δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
      παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
      οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
 265  τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
      ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
      ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
      ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
      ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
 270  οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
      οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
      ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
      Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
      ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
 275  δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
      καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
      τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
      ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
      πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
 280  αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
      ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
      νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
      ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
      ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
 285  ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
      Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
      ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
      νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
      τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
 290  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
      ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
      οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
      ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
 295  ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
      ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
      δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
      πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
      χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
 300  αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
      δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
      οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
      Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
      Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
 305  πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
      εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
      ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
 310  βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
      Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ
                     ἥρως,
      ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
      δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
 315  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
      ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
      ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
      δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
 320  μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
      μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
      τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
      κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
      ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
 325  πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
      μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
      ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
      λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
      ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
 330  δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
      τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
      τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
      ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
      ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
 335  ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
      νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
      κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
      βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
      ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
 340  ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
      αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
      τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
      ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
      κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
 345  τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
      πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
      ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
      ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
      ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
 350  τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
      Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
      ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
      οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
      νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
 355  Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
      τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
      ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
      ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
      ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
 360  ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
      πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν
      πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
      καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,
      εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,
 365  Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
      Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
      ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
      αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
      γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
 370  ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
      νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ
                        χαλίφρων,
      ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
      ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
      εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
 375  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
      ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
      ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
      ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
 380  ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
      νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
      ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
      τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
      πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
 385  ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
      πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
      τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.
      τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
      ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
 390  νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
      καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,
      ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται
      οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
 395  αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
      μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·
      ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
      ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
      τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
 400  ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
      τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
      πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
      ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
      ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
 405  ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
      πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
      ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
      εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
      τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
 410  πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
      φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
      αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
      λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
      τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
 415  καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,
      αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
      πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν
      ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
      ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
 420  ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,
      τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
      καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
      ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
      νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
 425  ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
      αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,
      ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
      αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
      δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·
 430  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
      ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
      τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
 435  τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα
                     κόλπον
      τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·
      πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
      εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν
      ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
 440  ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
      ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
      φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
      τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
      ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
 445  ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
      ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
      πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
      φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
      ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
 450  ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
      ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·
      ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
      ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
      ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας
 455  βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
      ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,
      αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
      γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·
      ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
 460  ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,
      καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
      τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο
                        βουλάς,
      ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
 465  οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
      ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
      εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
      ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
      ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
 470  νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
      ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·
      ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι
      ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα
      σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
 475  οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
      οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
      πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
      αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας
      ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
 480  καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
      ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ,
      οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον
      Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
      ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·
 485  ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ
                        κελεύεις.
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
      ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
      οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
      ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
 490  ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
      ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·
      Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
      ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
      δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
 495  πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
      ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
      ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
      εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
      Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
 500  Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
      πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
      καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
      εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·
      φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
 505  τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·
      αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
      ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·
      καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
      τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·
 510  τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
      ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
      σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ
                     ὑπάλυξεν
      ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
      ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
 515  ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
      πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
      ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
      τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
      ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
 520  ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
      ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
      καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
      δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
      τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
 525  Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
      χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
      μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
      βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
      αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
 530  κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
      εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
      αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
      ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
      τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
 535  δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
      οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,
      οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
      ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
      κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
 540  ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
      αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
      δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
      μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς
                     οὕτω
      κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
 545  πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
      ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
      κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
      ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
      αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
 550  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
      τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ
                     ὀνόμαζε,
      ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
      ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
      ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                  προσέειπεν·
 555  υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
      τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
      νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
      ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
      οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
 560  οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
      σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
      Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
      ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
      ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
 565  τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
      οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
      ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
      Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
      οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
 570  ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
      αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
      ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
      αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
      δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
 575  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
      ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
      ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
 580  ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
      ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
      στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
      αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
      χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
 585  ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
      ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
      ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
      ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
      καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
 590  τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
      δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
      ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
 595  καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
      ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
      αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
      τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
      ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
 600  δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
      ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
      ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
      εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
      πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.
 605  ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
      αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
      οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,
      αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
      ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
 610  χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ
                     ἀγορεύεις·
      τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
      δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
      δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·
 615  δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
      ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
      ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
      Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
      κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
 620  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
      δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.
      οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·
      σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
      ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
 625  μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
      δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
      ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
      Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
      ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
 630  τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
      Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
      Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ
                     οὐκί,
      ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
      νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
 635  Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
      δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
      ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
      ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ
                  ἔφαντο
      ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
 640  ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
      τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
      νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
      κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
      θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
 645  καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
      ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
      ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
      τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
      αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
 650  ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
      αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
      κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
      οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
      Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
 655  ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
      χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
      ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
      τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
      μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
 660  τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
      ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
      πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
      ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
      Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
 665  ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
      νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
      ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
      Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
      ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
 670  ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
      ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
      ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον.
      αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
 675  οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
      μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
      κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
      αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
      βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
 680  τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
      κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
      ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
      ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
      μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
 685  ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
      οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
      κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
      ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
      οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
 690  οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
      ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
      ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
      κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
      ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
 695  φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.
      τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
      αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
      ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
      μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
 700  Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
      οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
      ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
      ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,
      δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
 705  δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
      ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
      κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν
                     χρεὼ
      νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι
      ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.
 710  ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
      τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
      οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
      θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
      πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
 715  ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.
      τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
      δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
      ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
      οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
 720  πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.
      τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
      κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ
                     ἔδωκεν
      ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
      ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
 725  παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
      ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
      νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
      ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
      σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
 730  ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
      ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
      εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
      τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
      ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
 735  ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
      δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
      καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
      Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
      εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
 740  ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
      ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
      τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
      νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
      ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
 745  ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,
      σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον
      μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
      ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
      ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
 750  ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
      εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
      εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
      ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
      μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
 755  πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
      ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
      δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
      ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε
                  γόοιο.
      ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα
 760  εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
      ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·
      κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
      εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
      ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,
 765  τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
      μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
      ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
      μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
      ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
 770  ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
      ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
      ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
      τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
      δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
 775  πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
      ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
      μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
      ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,
      βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
 780  νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
      ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
      ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
      πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·
      τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
 785  ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
      ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
      ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
      κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
      ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
 790  ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
      ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
      δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
      τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
      εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
 795  ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
      εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
      Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
      τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
      πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
 800  ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
      παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
      ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
      στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
      εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
 805  οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
      κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
      σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
      τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
      ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
 810  τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος
                     γε
      πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
      καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
      πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
      ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
 815  παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
      ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
      νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
      νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
      τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
 820  τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
      ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
      δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
      ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
      τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
 825  θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
      τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
      ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
      Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
      ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
 830  τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
      εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
      ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
      ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
 835  τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
      οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
      ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
      ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
      ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
 840  κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
      ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
      μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
      Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
      ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
 845  μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
      Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
      ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.

卷 5

   1  Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
      ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
      οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι
      Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
   5  τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος
      μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
      Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,
      μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
      σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  10  ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
      ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
      λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
      ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων
      νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  15  ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
      οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
      οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
      νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
      οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  20  ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
      τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
      οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
      ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  25  Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
      ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
      μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
      ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
      Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,
  30  νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
      νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
      οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
      ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
      ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
  35  Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
      οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
      πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
      χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
      πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  40  εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
      ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
      οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
      ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
      αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  45  ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
      ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
      εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,
      ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
      τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
  50  Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
      σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
      ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
      ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
      τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
  55  ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,
      ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
      ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
      ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
      πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
  60  κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
      δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
      ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
      ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
      κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  65  ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
      σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
      εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
      ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
      ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  70  κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
      πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
      ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
      θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
      θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
  75  ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
      αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
      αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
      ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
      οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  80  ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
      οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
      ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
      δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
      πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  85  Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
      ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
      τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
      αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
      αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  90  εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
      ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
      ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
      ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
      αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
  95  αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
      καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
      εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
      νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
      Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
 100  τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
      ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
      ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
      ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
      οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.
 105  φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
      τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
      εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
      οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
      ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
 110  ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
      τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
      τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
      οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
      ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
 115  οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
      ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
      καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
      σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
      οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι
 120  ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.
      ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
      τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
      ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
      οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
 125  ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
      ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
      νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
      Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
      ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
 130  τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
      οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
      Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
      ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
      τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
 135  τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
      θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
      ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
      οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
      ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
 140  πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
      οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
      οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
      αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,
      ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
 145  τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
      οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
      μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
      ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
      ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
 150  ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
      τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε
      δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
      νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
      ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
 155  ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·
      ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
      δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
      πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
      ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·
 160  κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι
                     αἰὼν
      φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
      ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
      εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
      ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
 165  αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
      ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,
      εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
      ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
      αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
 170  οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
      ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
      ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
 175  δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι
      ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
      οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
      εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
      μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
 180  ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
      χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
      οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
      ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
 185  καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
      ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
      μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
      ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ
      αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
 190  καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
      θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.
      ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων
      καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
      ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
 195  καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη
      Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
      ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
      αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
      τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
 200  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
      αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
      τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
 205  αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
      εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
      κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
      ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
      ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
 210  σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
      οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
      οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
      θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
 215  πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
      πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
      εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
      ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
      ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
 220  οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
      εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
      τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
      ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
      κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.
 225  ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθεν·
      ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
      τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,
 230  αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
      λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
      καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.
      καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
      δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
 235  χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
      στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
      δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο
      νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
      κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,
 240  αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
      αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,
      ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
      αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
      εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,
 245  ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
      τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
      τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
      γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
      ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
 250  φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
      τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
      ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
      ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
      ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
 255  πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
      φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
      κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
      τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,
      ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.
 260  ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,
      μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
      τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
      τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,
      εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
 265  ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
      τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
      κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
      οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
      γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
 270  αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
      ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
      Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
      Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
      ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
 275  οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·
      τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
      ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.
      ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
      ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
 280  γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·
      εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
      τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
      τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
      πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,
 285  κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
      ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
      ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,
      καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
      ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
 290  ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.
      ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
      χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας
      παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
      γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
 295  σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς
      καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
      καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
      ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
      ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
 300  δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
      ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
      ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
      οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
      Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι
 305  παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
      τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο
      Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
      ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
      ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
 310  Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
      τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
      νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
      ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης
      δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
 315  τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
      ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν
      δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
      τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
      τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη
 320  αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·
      εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
      ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην
      πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
      ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
 325  ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,
      ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
      τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
      ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
      ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
 330  ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·
      ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
      ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
      τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
      Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
 335  νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
      ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
      αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
      ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
      κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
 340  ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
      οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
      ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
      εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
      κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
 345  γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
      τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
      ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
      αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
      ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
 350  πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
      ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
      αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
      αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
      αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
 355  ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
      ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
      ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
      ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
      γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
 360  ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
      ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
      τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
      αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
      νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
 365  ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
      ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
      δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
      ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
      καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
 370  ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς
      ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,
      εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
      αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
      αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
 375  νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
      κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
      οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
      εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
      ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
 380  ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
      ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
      αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
      ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
      παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
 385  ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,
      ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
      διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
      ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ
      πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.
 390  ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
      καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
      ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν
      ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
      ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
 395  πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,
      δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
      ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
      ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
      νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
 400  ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
      καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·
      ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
      δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·
      οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.
 405  ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
      καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
      ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
      ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
      Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
 410  ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·
      ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
      βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
      ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
      στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
 415  μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
      κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
      εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
      ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
      δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα
 420  πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
      ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
      ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
      οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
      ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
 425  τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.
      ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,
      εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
      ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
      τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
 430  καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
      πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
      ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
      πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
      ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
 435  ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
      ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
      εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
      κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
      νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
 440  ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
      ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
      ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
      λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
      ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
 445  κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ
                     ἱκάνω,
      φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
      αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
      ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
      σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
 450  ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
      ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ
                  κῦμα,
      πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
      ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
      χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
 455  ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
      ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
      κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
      ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
      καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
 460  καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
      ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ
      δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς
      σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
      ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
 465  ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα
                     γένηται;
      εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
      μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
      ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
      αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
 470  εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
      θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
      ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
      δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
      ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
 475  βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
      ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
      ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
      τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
      οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
 480  οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
      ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς
      δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
      εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
      ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
 485  ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
      τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
      ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
      ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
      ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
 490  σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
      ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη
      ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα
      δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.

卷 6

   1  ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
      ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
      βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
      οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
   5  ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
      οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
      ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
      εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
      ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
  10  καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.
      ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
      Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
      τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
      νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
  15  βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
      κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
      Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
      πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
      σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
  20  ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
      στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
      εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
      ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
      τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  25  Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο
                     μήτηρ;
      εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
      σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
      ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
      ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
  30  ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
      ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
      καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
      ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
      ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
  35  πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
      ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
      ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
      ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
      καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
  40  ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
      ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
      Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
      ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ
      δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη
  45  πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
      τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
      ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
      αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
      Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
  50  βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
      πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·
      ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
      ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
      ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
  55  ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
      ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
      πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας
                     ἀπήνην
      ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
      ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
  60  καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
      βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.
      πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
      οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·
      οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες
  65  ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.
      ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
      πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
      οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
      ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
  70  ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
      ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.
      οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
      ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·
      κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
  75  καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,
      μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν
      παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν
      ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
      δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  80  ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
      ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
      μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.
      αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,
      οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  85  αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,
      ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ
      καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
      ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
      καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
  90  τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης
      εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
      στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
      αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
      ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα
  95  λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
      αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ
      δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,
      εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
      αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
 100  σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
      τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
      οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
      ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
      τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
 105  τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
      ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
      πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
      ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
      ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
 110  ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
      ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
      ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
      ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,
      ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
 115  σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
      ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
      αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
      ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
      ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
 120  ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
      ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
      ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
      νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
      καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
 125  ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
      ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
      ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
      ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
      φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
 130  βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
      ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
      δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
      ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
      μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
 135  ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
      μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
      σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
      τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·
      οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
 140  θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
      στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
      ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
      ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
      λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
 145  ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
      λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
      μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
      αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
      γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός
                     ἐσσι;
 150  εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
      Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
      εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·
      εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
      τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
 155  τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
      αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
      λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
      κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
      ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.
 160  οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
      οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
      Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
      φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
      ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
 165  τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
      ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
      δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
      ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
      γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
 170  χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
      τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
      νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
      ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
      παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
 175  ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
      ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
      ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
      ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
      εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
 180  σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
      ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
      ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
      ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
      ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
 185  χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
      τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
      ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
      Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
      ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
 190  καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
      νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
      οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
      ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
      ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
 195  Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
      εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
      τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
      ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
      στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
 200  ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
      οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
      ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
      δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
      οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
 205  ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
      ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
      τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
      ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
      ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
 210  λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
      ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
      κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
      Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
      πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
 215  δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
      ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
      δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
      ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
      ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ
 220  χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
      ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
      γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
      ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα
                  κούρῃ.
      αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
 225  ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
      ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
      αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
      ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
      τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
 230  μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
      οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
      ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
      ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
      τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
 235  ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
      ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
      κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
      δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
      κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι
                     εἴπω.
 240  οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
      Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
      πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
      νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
      αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
 245  ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.
      ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
      ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,
      πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
      ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
 250  ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
      αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
      εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
      ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
      ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 255  ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
      πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
      πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
      ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
      ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
 260  τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
      καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
      αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
      ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
      λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
 265  εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
      ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
      ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
      ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
      πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
 270  οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
      ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
      ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
      τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
      μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
 275  καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
      τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
      ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
      ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
      ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
 280  ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
      οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
      βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
      ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
      Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
 285  ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
      καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
      ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
      ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
      ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
 290  πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
      δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
      αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
      ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
      τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
 295  ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
      ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
      αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
      καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
      δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
 300  ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
      νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
      δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
      ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
      ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
 305  μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
      ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
      κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
      ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
      τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
 310  τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
      βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
      χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
      εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
      ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
 315  οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
      ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
      ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
      αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
      ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
 320  ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
      δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
      ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
      αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
      κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
 325  νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
      ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
      δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
      ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
      αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
 330  πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
      ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.

卷 7

   1  ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
      κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
      ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,
      στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
   5  ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
      ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
      αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
      γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
      τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
  10  Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
      Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
      ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
      ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
      καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ
                  Ἀθήνη
  15  πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
      μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
      κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
      ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
      ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  20  παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
      στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
      ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
      Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
      καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  25  τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
      ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
      τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
      τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
      δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  30  ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
      μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
      οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
      οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
      νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
  35  λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
      τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
      ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
      καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
      τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  40  ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
      εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
      θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
      θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
      αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
  45  ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
      ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
      τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
      οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με
                     κελεύεις
      πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
  50  δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
      τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
      ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
      δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
      Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
  55  τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
      Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
      γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
      ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
      ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  60  ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
      τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
      Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
      Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
      τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
  65  νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
      Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
      καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
      ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
      ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
  70  ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
      καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
      δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
      οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
      ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
  75  εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
      ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
      οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
      ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
      πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
  80  ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
      δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
      Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
      ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
      ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  85  δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
      χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
      ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
      χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
      σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  90  ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
      χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
      οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
      δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
      ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  95  ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
      ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
      λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
      ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
      πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
 100  χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
      ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
      φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
      πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
      αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
 105  αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
      ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
      καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
      ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
      νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
 110  ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
      ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
      ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
      τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
      ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
 115  ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
      συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
      τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
      χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
      Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
 120  ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,
      αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
      ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
      τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
      τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,
 125  ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν
      ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
      ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
      παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
      ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
 130  σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
      πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
      τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
      ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
      αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
 135  καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
      εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
      σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
      ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
      αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
 140  πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
      ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
      ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
      καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
      οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
 145  θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
      Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
      σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
      τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
      ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
 150  κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·
      αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
      θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
      ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν
      πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
 155  ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
      ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
      καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
      ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
      Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
 160  ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
      οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
      ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
      εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
      οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
 165  σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
      δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
      αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
      χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
      ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
 170  υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
      ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
      χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
      καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
      νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
 175  σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
      εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
      αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
      καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
      Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
 180  πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
      σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
      ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
      νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
      αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
 185  τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
      κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
      ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
      νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
      ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
 190  ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
      ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
      μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
      πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
      χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
 195  μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
      πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
      πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
      γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
      εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
 200  ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
      αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
      ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
      δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
      εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
 205  οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
      ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
      ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
 210  οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
      οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν
      ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
      καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
      ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
 215  ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
      οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
      ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
      καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
      ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ
 220  ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
      ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
      ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,
      ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
      καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
 225  κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
      πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
      αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
      οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
 230  αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
      πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
      ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
      τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
      ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
 235  καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
      καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
      ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
      τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
      οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
 240  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
      κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
      τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
      Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
 245  ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
      ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
      μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
      ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
      οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
 250  Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
      ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
      αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
      ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
      νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
 255  ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
      ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
      θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
      ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
      ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
 260  δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
      ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
      καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
      Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
      πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,
 265  σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
      οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
      ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
      ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
      γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
 270  δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
      πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
      ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
      ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
      εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
 275  τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε
      νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
      ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
      ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,
      πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
 280  ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον
      ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
      λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
      ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
      ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο
 285  ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
      ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
      ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
      εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
      δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
 290  ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
      παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
      τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
      ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
      ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
 295  ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον
      καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
      ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
      τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
      ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
 300  παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν
      ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·
      ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
 305  ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
      μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
      δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
      τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
      ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
 310  μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
      αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
      τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
      παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
      αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
 315  εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει
      Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
      πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,
      αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
      λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι
 320  πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
      εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
      τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
      λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
      ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
 325  καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
      ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
      εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
      νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
      ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
 330  εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
      Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
      ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
 335  κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
      δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
      πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας
      χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
      αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
 340  αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
      ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
      ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
      ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
      ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
 345  τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
      Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
      πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

卷 8

   1  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
      ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
      τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
   5  Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
      ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
      πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
      εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
      νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
  10  καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
      δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
      εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
      ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
      πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
  15  ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
      καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
      ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
      υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
      θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
  20  καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
      ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
      δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
      πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
      αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  25  τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
      κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
      ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
      ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
      ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
  30  πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
      ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
      οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
      ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
      ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
  35  πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
      κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
      δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
      ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
      ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
  40  κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
      σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
      ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
      μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
      Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
  45  τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
      ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
      σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
      κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
      βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
  50  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
      νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
      ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
      ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
      πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
  55  ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
      βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
      πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
      ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
      τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
  60  ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
      τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
      κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
      τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
      ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
  65  τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
      μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
      κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
      αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
      κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
  70  πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
      οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
  75  νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
      ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
      ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
      χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
      ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
  80  Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
      χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
      Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
      ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς
      πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  85  κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
      αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
      ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
      δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
      καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  90  αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
      Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
      ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
      ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
      Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
  95  ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
      αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
      κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
      ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
      φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
 100  νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
      πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
      οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
      πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
      ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
 105  κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
      Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
      κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
      Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
      βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
 110  μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
      ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
      Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
      Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
      Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
 115  ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
      Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
      πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
      ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
      Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
 120  οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
      τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
      καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
      τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
      ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
 125  τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
      οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
      τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
      ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
      δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
 130  πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
      αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
      τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
      δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ
                     ἄεθλον
      οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
 135  μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
      αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
      δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
      οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
      ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
 140  τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
      Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
      αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
      αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
      στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
 145  δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
      εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
      οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
      ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
      ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
 150  σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
      νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
      κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
 155  ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
      νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
      ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
      τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ
                  ἄντην·
      οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
 160  ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
      ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
      ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
      φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
      κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
 165  τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
      οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
      ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
      ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
 170  ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
      τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
      αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
      ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
      ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
 175  ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
      ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
      οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
      ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
      εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
 180  ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
      ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
      νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
      ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
      ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
 185  θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
      ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
      μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
      ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
      τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
 190  βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
      Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
      λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
      ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
      ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 195  καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
      ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
      ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
      οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
      ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
 200  χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
      καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
      τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον
                     ἄλλον
      ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
      τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
 205  δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
      ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
      πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
      ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
      ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
 210  ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
      δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
      τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
      ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
      πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
 215  εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
      πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
      ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
      ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
      οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
 220  δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
      τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
      ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
      ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
      οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
 225  οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
      τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
      ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
      ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
      δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
 230  οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
      Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
      κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
      ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
 235  Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
      ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ
                     ἀγορεύεις,
      ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
      χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
      νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
 240  ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
      ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
      εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
      δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
      ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
 245  Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
      οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
      ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
      αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
      εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
 250  ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
      παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
      οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
      ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
      Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
 255  οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
      ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
      οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
      αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
      δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
 260  λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
      κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
      Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
      πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
      πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
 265  μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
      αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
      ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
      ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
      λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
 270  Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
      Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
      Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
      βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
      ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
 275  ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
      αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
      βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
      ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
      πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
 280  ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
      οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
      αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
      εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
      ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
 285  οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
      ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
      βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
      ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
      ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
 290  ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
      ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
      δεῦρο, φίλη, λέκτρονδε τραπείομεν
                     εὐνηθέντες·
      οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
      οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
 295  ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
      τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
      τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
      οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
      καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
 300  ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
      αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
      Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
      βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
      ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
 305  σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
      Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,
      δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
      ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
      αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
 310  οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
      ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
      ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
      ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
      εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
 315  οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
      καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
      εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
      εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
      ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
 320  οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
      ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς
                  δῶ·
      ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
      Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
      θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
 325  ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
      ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
      τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
      ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
      οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς
                     ὠκύν,
 330  ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
      ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
      χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
      Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
 335  Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
      ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
      εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
      τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
      αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
 340  δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
      ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
      αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
      ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
      οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
 345  Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ
                     κελεύεις,
      τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
      τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
 350  μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
      δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
      πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
      εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
      τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
 355  Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
      οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
      οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
      ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
 360  τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
      αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
      ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
      ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
      ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
 365  ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
      ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
      ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς
      τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
      Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
 370  Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
      μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
      οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
      πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
      τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
 375  ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
      ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
      αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
      ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
      ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
 380  ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
      δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
      Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
      ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
      ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
 385  ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
      αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
      κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
      ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
      ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
 390  δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
      ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
      τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
      καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
      αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
 395  ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
      Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
      καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον,
      δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
 400  τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
      Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
      τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
      δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
      ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
 405  ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
      ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
      δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
 410  σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
      δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
      μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
 415  τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
      ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
      δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
      καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
      δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
 420  μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
      τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
      ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
      δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
      δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις
                     ἀρίστη·
 425  ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
      ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
      ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
      δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
      δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
 430  καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
      χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
      σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
      ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
      ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
 435  αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
      ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
      γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
      τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
      ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
 440  ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
      ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
      καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
      αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν
                     ἴηλον,
      μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
 445  εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
      αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
      αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
      ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
      αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
 450  ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
      θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
      ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
      τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
      τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
 455  ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
      ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
      ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
      στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
      θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
 460  καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
      χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι
                     γαίῃ
      μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς.
      Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
 465  οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
      οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
      τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
      αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
      ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
 470  οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
      κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
      Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
      μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
      δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
 475  νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
      ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
      κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα
                     φάγῃσιν,
      Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
      πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
 480  τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
      οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
      ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
      ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
 485  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
      Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ
                     ἁπάντων.
      ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
      λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
 490  ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
      ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
      ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
      δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
      ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
 495  ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
      αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
      αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
      ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
      ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ
                  ἀοιδήν,
 500  ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
      βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
      Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
      ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
      αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
 505  ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
      ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
      ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
      ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
      ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
 510  τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
      αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
      δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
      Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
      ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
 515  ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
      ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
      αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
      βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
      κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
 520  νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
      ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς
      τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
      ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
      ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
 525  ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
      ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
      ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
      κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
      εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
 530  τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
      ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
      ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
      Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
      ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
 535  αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
      κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
      Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
      οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
      ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
 540  ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
      ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
      ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
      ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
      εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
 545  πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
      ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
      ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
      τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
      ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
 550  εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
      ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
      οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
      οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
      ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
 555  εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
      ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
      οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
      οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
      ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
 560  καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
      ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
      ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
      οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
      ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
 565  Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
      ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
      φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
      ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
      ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
 570  ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
      ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
      ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
      ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
 575  ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
      οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
      εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
      Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
      τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
 580  ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
      ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
      ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
      κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
      ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
 585  ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
      γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.

卷 9

   1  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
      Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
      ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
      τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
   5  οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
      ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
      δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
      ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
      σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  10  οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
      τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
      σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
      εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
      τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
  15  κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
      νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
      εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
      ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
      εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
  20  ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
      ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
      Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
      πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
      Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
  25  αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
      πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
      τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
      ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
      ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
  30  ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
      ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
      Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
      ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
      ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
  35  γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
      γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
      εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
      ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
      Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
  40  Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
      ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
      δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
      ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
      ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
  45  ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
      ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
      τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
      οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
      ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
  50  ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
      ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
      ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
      ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
      στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
  55  βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
      ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
      τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
      ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
      καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
  60  ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
      ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
      ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
      ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
      οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
  65  πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
      οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
      νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
      λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
      γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  70  αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
      τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
      καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
      αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
      ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
  75  κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
      ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
      ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
      ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
      καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
  80  ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
      καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
      ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
      πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
      γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
  85  ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
      αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
      αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
      δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
      οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
  90  ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
      οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
      οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
      ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
      τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
  95  οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
      ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
      λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
      τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
      νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
 100  αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
      σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
      μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
      οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
      ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
 105  ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
      Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
      ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
      οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
      ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
 110  πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
      οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
      τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
      ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
      ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
 115  παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
      νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος
                     τετάνυσται,
      γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
      ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
      ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
 120  οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
      ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
      οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
      ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
      ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
 125  οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
      οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
      νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
      ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
      ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
 130  οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
      οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
      ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
      ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
      ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
 135  εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
      ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
      οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
      ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
      θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
 140  αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
      κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
      ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
      νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
      ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
 145  οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
      ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
      οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
      εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
      κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
 150  ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
      ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
      ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
 155  αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
      αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
      εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
      βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
      νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
 160  ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
      ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
      ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
      οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
      ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
 165  ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
      Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
      καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
      ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
      δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
 170  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
      ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες
                        ἑταῖροι·
      αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
      ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
 175  ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
      ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
      ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους
      αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
      οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
 180  ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
      ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,
      ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
      ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
      μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ
 185  ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
      μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
      ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
      οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους
      πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
 190  καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
      ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
      ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
      δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
      αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
 195  αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
      βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
      ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
      ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
      οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ
 200  ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
      Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
      χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
      δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
      οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
 205  ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν
      ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,
      ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
      τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
      ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
 210  χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
      θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
      τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
      κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
      ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
 215  ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
      καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν
                     ἔνδον
      εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
      ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
      ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
 220  ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται
      ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
      χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,
      γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
      ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν
 225  τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
      καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
      σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
      ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
      ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
 230  οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
      ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
      τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
      ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος
      ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
 235  ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·
      ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
      αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
      πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
      ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
 240  αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
      ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι
      ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·
      τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
      ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
 245  πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
      αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
      πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
      ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
      πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
 250  αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
      καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·
      ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ
                        κέλευθα;
      ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,
      οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
 255  ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
      ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον
                     ἦτορ,
      δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
      ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
      ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
 260  παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
      οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα
      ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
      λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,
      τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·
 265  τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
      πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
      ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
      δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
      ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,
 270  Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,
      ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
      ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·
      νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
      ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·
 275  οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
      οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
      οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην
      οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
      ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
 280  ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
      ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα
                     πολλά,
      ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·
      νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
      πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
 285  ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
      αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
      ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι
                     θυμῷ,
      ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
      σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
 290  κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
      τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·
      ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,
      ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
      ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
 295  σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.
      αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
      ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,
      κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.
      τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
 300  ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
      οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
      χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.
      αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·
      οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
 305  χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
      ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
      πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
 310  αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
      σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
      δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,
      ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα
      ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.
 315  πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
      Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
      εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
      ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
      Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
 320  χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
      αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
      ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
      φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·
      τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
 325  τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
      καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
      οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς
      ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
      καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
 330  ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
      αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
      ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
      τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
      οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
 335  τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
      ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
      αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
      πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
      ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
 340  αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
      ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
      πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
      αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
      σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
 345  καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
      κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
      Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα
                        κρέα,
      ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
      ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας
 350  οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
      σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
      ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
      ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ
                     αἰνῶς
      ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·
 355  δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα
                        εἰπὲ
      αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·
      καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
      οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·
      ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
 360  ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα
                     οἶνον.
      τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.
      αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
      καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·
      Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ
                        τοι
 365  ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
      Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι
      μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.
      ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·
      Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
 370  τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.
      ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
      κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
      ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος
      ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.
 375  καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
      ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους
      θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
      ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
      ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,
 380  καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι
      ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
      οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,
      ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
      δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
 385  τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
      ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
      ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
      δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.
      πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
 390  γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
      ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
      εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
      φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
      ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
 395  σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
      ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν
      ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
      τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
      αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
 400  ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
      οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
      ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·
      τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ
                        ἐβόησας
      νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
 405  ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
      ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
      τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς
                     Πολύφημος·
      ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
      οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·
 410  εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
      νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
      ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
      ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον
                     κῆρ,
      ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
 415  Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
      χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,
      αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
      εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·
      οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.
 420  αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,
      εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ
      εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
      ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
      ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
 425  ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,
      καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·
      τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,
      τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,
      σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,
 430  τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
      τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—
      ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,
      τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς
      κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
 435  νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
      ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,
      θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·
 440  οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι
      τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
      ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
      ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
      ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
 445  λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
      τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
      κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο
                        μήλων
      ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
      ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης
 450  μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,
      πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
      ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος
      ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
      σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
 455  Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
      εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
      εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
      τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
      θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ
 460  λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
      ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
      ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
      πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
      καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
 465  πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα
      ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
      οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
      ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,
      κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
 470  πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
      οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
      ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
      ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
      καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
 475  Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς
                        ἑταίρους
      ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
      καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
      σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
      ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
 480  ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι
                     μᾶλλον,
      ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
      κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
      τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
      ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
 485  τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
      πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
      αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
      ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
      ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,
 490  κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
      ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
      καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι
      μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
      σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον
                        ἄνδρα;
 495  ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
      αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.
      εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,
      σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
      μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.
 500  ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα
                     θυμόν,
      ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·
      Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
      ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
      φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
 505  υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
      ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
      ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
      ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
      Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο
 510  καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
      ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,
      χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
      ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
      ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·
 515  νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
      ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.
      ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
      πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·
      τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.
 520  αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος
      οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
      εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
 525  ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.
      ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι
      εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
      κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
      εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,
 530  δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι
      υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
      ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
      οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
      ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
 535  νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.
      ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε
                     κυανοχαίτης.
      αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
      ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
      κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
 540  τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
      ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
      τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
      ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ
                     ἄλλαι
      νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι
 545  ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
      νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
      ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
      μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
      δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
 550  ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
      μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ
      Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
      ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,
      ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
 555  νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
      ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
      ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
      ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
      δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
 560  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
      αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
      οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
      ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
 565  ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
      ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.

卷 10

   1  Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν
      Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,
      πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος
      χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.
   5  τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
      ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·
      ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
      οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
      δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
  10  κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
      ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν
      εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
      καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
      μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
  15  Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·
      καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
      ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον
      πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
      δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
  20  ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·
      κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
      ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.
      νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
      ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·
  25  αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
      ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν
      ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.
      ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
      τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
  30  καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·
      ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
      αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
      δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·
      οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
  35  καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι
      δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
      ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
      ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός
                        ἐστιν
      ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
  40  πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
      ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
      οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·
      καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι
      Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,
  45  ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.
      ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·
      ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.
      τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα
      κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε
  50  ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
      ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,
      ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
      ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ
      κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ
  55  αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.
      ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ
                     ὕδωρ,
      αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
      αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
      δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον
  60  βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον
      δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
      ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ
      ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·
      πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε
                        δαίμων;
  65  ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο
      πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.
      ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος
                     κῆρ·
      ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
      σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.
  70  ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,
      οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·
      ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·
      οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν
      ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·
  75  ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.
      ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
      ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
      τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς
      ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.
  80  ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
      ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
      Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
      ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.
      ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
  85  τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·
      ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
      ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
      ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
      ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
  90  ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,
      ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
      αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
      πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,
      οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·
  95  αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
      αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·
      ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
      ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,
      καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.
 100  δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
      οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
      ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
      οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι
      ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,
 105  κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
      θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
      ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
      Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·
      οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο
 110  ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·
      ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
      οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
      εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.
      ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,
 115  ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
      αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·
      τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.
      αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες
      φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
 120  μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
      οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
      βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
      ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·
      ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
 125  ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
      τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
      τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.
      αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
      ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·
 130  οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
      ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
      νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.
      ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
      ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
 135  Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε
      Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
      αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·
      ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
      μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.
 140  ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
      ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
      ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας
      κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
      ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
 145  καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
      καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
      εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
      ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
      καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
 150  Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
      μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
      ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
      ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
      πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
 155  δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
      ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
      καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
      ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
      ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
 160  πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
      τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα
      πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
      κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
      τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
 165  εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
      εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
      πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν
      πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
      βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
 170  ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου
      χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.
      κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους
      μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
      ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί
                        περ
 175  εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·
      ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,
      μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.
      ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,
      ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο
 180  θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.
      αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
      χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.
      ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
      ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
 185  ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
      δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
      κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες
                        ἑταῖροι·
 190  ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,
      οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,
      οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον
      εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.
      εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
 195  νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·
      αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ
      ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
      ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ
      μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο
 200  Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.
      κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·
      ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
      αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους
      ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·
 205  τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.
      κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·
      ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
      βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι
      κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.
 210  εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
      ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·
      ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
      τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.
      οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε
 215  οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
      ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
      σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,
      ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
      σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
 220  ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
      Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
      ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων
      λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
      τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
 225  ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·
      ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν
                        ἱστὸν
      καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,
      ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.
      ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.
 230  ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
      καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
      Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.
      εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
      ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
 235  οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ
      φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
      αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα
      ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
      οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
 240  καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.
      ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη
      πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης
      ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
      Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν
 245  ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
      οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,
      κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε
      δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.
      ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,
 250  καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·
      ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ
                        Ὀδυσσεῦ·
      εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ
      ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.
      ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,
 255  ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.
      ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
      καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
      αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.
      οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν
 260  ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος
                     ἀργυρόηλον
      ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·
      τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
      αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
 265  καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
      μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ
                        αὐτοῦ.
      οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον
      ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
      φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.
 270  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ
      ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·
      αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.
      ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
 275  ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
      Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
      ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
      ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
      πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·
 280  ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
      πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι
                        οἶος,
      χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης
      ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
      ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι
 285  αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.
      ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
      τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
      ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
      πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
 290  τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.
      ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει
      φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
      ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
      δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
 295  Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.
      ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·
      ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,
      ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·
      ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
 300  μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
      μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.
      ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
      ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.
      ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·
 305  μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν
      ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.
      Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
      νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης
      ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
 310  ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·
      ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
      ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
      καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
      εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
 315  καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
      τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
      ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.
      αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,
      ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 320  ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
      ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ
                     μηροῦ
      Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
      ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
      καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
 325  τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ
                        τοκῆες;
      θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·
      οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,
      ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
      σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
 330  ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
      φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,
      ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
      ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα
      εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε
 335  εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,
      ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
      αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις
 340  ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
      ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
      οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
      εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
      μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
 345  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς
                     ἐκέλευον.
      αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
      καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
      ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι
                     πένοντο
      τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·
 350  γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων
      ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.
      τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
      πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·
      ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
 355  ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·
      ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
      ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
      ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
      πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.
 360  αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
      ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,
      θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
      ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
      αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
 365  ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
      εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
      καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
      χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
      καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
 370  νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
      σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
      εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
      ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,
      ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.
 375  Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ
      χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,
      ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·
      τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος
                        ἀναύδῳ,
      θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
 380  ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ
      δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
      πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
 385  πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
      ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
      λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
      ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
      ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,
 390  ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
      οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν
      ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
      τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε
      φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·
 395  ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,
      καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
      ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.
      πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα
      σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.
 400  ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
      νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
      κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·
 405  αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.
      ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ,
      βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
      εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
      οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
 410  ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
      ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
      πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ
      ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·
      μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
 415  δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς
      ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν
      τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.
      καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·
      σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς
                        ἐχάρημεν,
 420  ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·
      ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
      ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς
                     ἐπέεσσι·
      νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
      κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·
 425  αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
      ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
      πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.
      ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
      Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·
 430  καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε
                        τούτων;
      Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
      ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
      οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,
 435  ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο
      ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·
      τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
      σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
 440  τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,
      καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι
      μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
      διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ
                        κελεύεις,
      αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·
 445  ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.
      ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
      οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
      ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
      τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
 450  ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
      ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·
      δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
      οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,
      κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
 455  ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
      μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ
                        αὐτὴ
      ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,
      ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.
 460  ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
      εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
      οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
      τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,
      αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν
 465  θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.
      ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.
      ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
      ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
      ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
 470  μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,
      καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·
      δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος
                        αἴης,
      εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
      οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
 475  ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.
      ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
      ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
      ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
      οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
 480  αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
      γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
      ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ
                        ὑπέστης,
      οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,
 485  ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ
      ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.
      ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
 490  ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
      εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,
      ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
      μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·
      τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,
 495  οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.
      ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ·
      κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ
      ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
      αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,
 500  καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
      ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
      εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.
      ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
 505  μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,
      ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας
      ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.
      ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,
      ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,
 510  μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
      νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,
      αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.
      ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν
      Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
 515  πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·
      ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,
      βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
      ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,
      πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
 520  τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.
      πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
      ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
      ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
      Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
 525  παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
      αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
      ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
      εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι
      ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ
 530  ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
      δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
      μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
      δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
      ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
 535  αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
      ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
      αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
      ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,
      ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
 540  νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
      ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
      ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·
      αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
      λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
 545  καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.
      αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους
      μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
      μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
      ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.
 550  ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.
      οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
      Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
      ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·
      ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
 555  ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.
      κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
      ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
      ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
      ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν
 560  ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.
      ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·
      φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
      ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,
      εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
 565  ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.
      ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
      ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·
      ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
      ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα
                     θαλάσσης
 570  ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,
      τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
      ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,
      ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα
      ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;

卷 11

   1  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
      νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
      ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
      ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
   5  βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
      ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
      ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
      Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
      ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
  10  ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
      τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·
      δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
      ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
      ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
  15  ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς
      ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
      οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
      οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,
      ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
  20  νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
      εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
      ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
      ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
      ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  25  βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
      ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
      πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
      τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
      πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
  30  ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
      ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
      Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
      παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
      τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
  35  ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
      ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο
      ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
      νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες
      παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
  40  πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
      ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
      οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
      θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
      δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  45  μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
      δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
      ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
      αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
      ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα
  50  αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
      πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·
      οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·
      σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
      ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
  55  τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
      Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
      ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
      ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
  60  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
      Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
      ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
      ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν
  65  ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
      νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
      πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
      Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·
      οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
  70  νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·
      ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
      μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
      νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
      ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,
  75  σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
      ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
      ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,
      τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
  80  ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
      νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
      ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,
      εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
      ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
  85  Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
      τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
      τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
      ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
      αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
  90  ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
      χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
      ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
  95  ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
      αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
      ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος
                     ἀργυρόηλον
      κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
      καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
 100  νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
      τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
      λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
      χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
      ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
 105  αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
      ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
      Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
      βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
      Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
 110  τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
      καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
      εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
      νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
      ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
 115  νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
      ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
      μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
      ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
      αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
 120  κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
      ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
      εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
      ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
      οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
 125  οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
      σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
      ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
      φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
      καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
 130  ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
      ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
      οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
      ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
      πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
 135  ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
      γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
      ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
 140  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
      μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
      ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
      ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
      εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
 145  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·
      ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
      ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
      αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
      ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
 150  ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
      Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·
      αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ
      ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,
      καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
 155  τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
      ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
      μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
      Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
      πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
 160  ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις
      νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
      εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
 165  ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
      οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
      γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
      ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ
      Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
 170  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
      τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
      ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα
      οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
      εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
 175  ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
      ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
      εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
      ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
      ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
 180  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·
      καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
      σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
      φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
      σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
 185  Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
      δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
      πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
      ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
      δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
 190  ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
      ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
      αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,
      πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
      φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
 195  ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
      σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
      οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
      οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
      οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
 200  οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
      τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·
      ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,
      σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ
                     μερμηρίξας
 205  μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
      τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
      τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
      ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
 210  μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν
                        μεμαῶτα,
      ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
      ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
      ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια
      ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
 215  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·
      ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,
      οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
      ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·
      οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
 220  ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
      δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,
      ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
      ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
      ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
 225  νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ
                     γυναῖκες
      ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
      ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
      αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
      αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
 230  ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
      σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
      οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
      αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
      ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
 235  ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
      ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
      φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
      ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,
      ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
 240  καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
      τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
      ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
      πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
      κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
 245  λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
      αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
      ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
      χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ
                        ἐνιαυτοῦ
      τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
 250  ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
      νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
      αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
      ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
      ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
 255  τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
      ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
      ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
      τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
      Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
 260  τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,
      ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
      καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,
      οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
      πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
 265  ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
      τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος
                     ἄκοιτιν,
      ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
      γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·
      καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
 270  τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
      μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
      ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
      γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
      γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
 275  ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
      Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
      ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
      ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,
      ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω
 280  πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
      καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
      γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
      ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
      ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·
 285  ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
      Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
      τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
      τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς
      τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
 290  ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
      ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων
      ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
      δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
      ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
 295  ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
      καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
      θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
      καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
      ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
 300  Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
      τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
      οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
      ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
      τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
 305  τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
      εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
      καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
      Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
      οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
 310  καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
      ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
      εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
      οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
      φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
 315  Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
      Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
      καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
      ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
      ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
 320  ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
      Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ
                     Ἀριάδνην,
      κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
      ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
      ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
 325  Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
      Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ
                     Ἐριφύλην,
      ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
      πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
      ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
 330  πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
      εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
      ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
      κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
 335  τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
      Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
      εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
      ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
      τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
 340  οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
      κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
      τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
      ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
      ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
 345  μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
      Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
      τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
      τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
      ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
 350  ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
      ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
      δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
      πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
 355  Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
      εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
      πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
      καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
      πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
 360  καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
      πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
      τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
      ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
      ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
 365  βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
      ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
      σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
      μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
      πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
 370  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
      εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
      Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
      νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
      εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
 375  καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
      τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
      ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
 380  εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
      τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
      κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
      οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
      ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
 385  αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
      ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
      ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
      ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
      οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
 390  ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
      κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
      πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
      ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
      οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
 395  τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
      Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
      τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
      ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
 400  ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
      ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
      βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
      ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
      ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·
 405  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
      ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
      οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
      ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
 410  ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
      δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
      ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
      νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
      οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
 415  ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
      ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
      μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
      ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
      ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
 420  κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
      οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
      Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
      ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
      βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
 425  νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
      χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
      ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
      ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
      οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
 430  κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
      ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
      οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
      οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
      θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
 435  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
      ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
      ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
      σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
 440  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·
      τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
      μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
      ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
      ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
 445  λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
      κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
      ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
      ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
      νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
 450  ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
      καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
      ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
      ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
      ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
 455  κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
      νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
      εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
      ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
 460  ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
      οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
      ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
 465  νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
      ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
      ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
      καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
      Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
 470  τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
      ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
      καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
 475  πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
      ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
      ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
 480  εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
      οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
      γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
      οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
      πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
 485  Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
      ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
      ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπε·
      μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
      βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
 490  ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
      ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
      ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
      ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
      εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
 495  ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
      ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
      οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
      οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
      τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
 500  πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
      εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
      τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
      οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
 505  ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
      αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
      πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
      αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
      ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
 510  ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
      αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
      Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
      αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
      οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
 515  ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
      πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
      πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
      ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
      ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
 520  ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
      Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
      κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
      αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
      Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
 525  ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,
      ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
      δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·
      κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
      οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
 530  δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν
      ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην
      καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
      ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
      μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
 535  ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ
      οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
      γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
      ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
      φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,
 540  γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
      αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
      ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
      οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
      νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
 545  τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
      τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
      παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
      ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
      τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
 550  Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
      τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
      τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
      Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ
                        ἔμελλες
      οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
 555  οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
      τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
      ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
      ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
      αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
 560  ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
      ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
      ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
      ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ
                     ἄλλας
      ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
 565  ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
      ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
      τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
      ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
      χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
 570  ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
      ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
      τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
      θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
      τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
 575  χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
      καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
      κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
      γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
      δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
 580  Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
      Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
      καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ
                     ἔχοντα
      ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
      στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
 585  ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,
      τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
      γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
      δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
      ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
 590  συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·
      τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
      τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
      καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ
                     ἔχοντα
      λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
 595  ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
      λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι
      ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·
      αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
      αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς
 600  ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
      τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
      εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι
      τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
      παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
 605  ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
      πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,
      γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
      δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
      σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
 610  χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
      ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
      ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
      μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,
      ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
 615  ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
      καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
      ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
 620  Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
      εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
      δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
      καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον
      φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·
 625  τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
      Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
      ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
      αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι
      ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
 630  καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
      Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
      ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν
      ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
      μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
 635  ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
      αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
      αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
      οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
      τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
 640  πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.

卷 12

   1  αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
      νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
      νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης
      οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,
   5  νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
      ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
      ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
  10  οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.
      φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,
      θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
      αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,
      τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
  15  πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.
      ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα
                     Κίρκην
      ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα
      ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ
      σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
  20  ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
      σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,
      δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.
      ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
      αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι
  25  πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
      σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
      ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.
      ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.
      ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  30  ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
      ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
      οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
      ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
      εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
  35  αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
      καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·
      ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ
                        ἄκουσον,
      ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
      Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
  40  ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
      ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
      Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα
      οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
      ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
  45  ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς
      ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.
      ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων
      κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
      τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,
  50  δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
      ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,
      ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.
      εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
      οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.
  55  αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,
      ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,
      ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
      θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.
      ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς
  60  κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·
      Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
      τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
      τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
      ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·
  65  ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
      τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
      ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
      κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.
      οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
  70  Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.
      καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
      ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
      οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν
                        ἱκάνει
      ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
  75  κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη
      κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.
      οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,
      οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
      πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
  80  μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
      πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
      νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.
      οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
      τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
  85  ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
      τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
      γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
      γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.
      τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
  90  ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
      σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
      πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
      μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
      ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
  95  αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
      δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
      κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
      τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
      παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
 100  φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
      τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει,
                        Ὀδυσσεῦ.
      πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
      τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
      τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
 105  τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ
      δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
      οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.
      ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
      νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
 110  ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.
      ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·
      εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
      εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
      τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
 115  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
      σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
      καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
      ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
      δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
 120  οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
      ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
      δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
      τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.
      ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
 125  μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
      ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
      Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ
                     πολλαὶ
      βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
      ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,
 130  πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
      οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
      νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
      ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
      τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
 135  Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
      μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
      τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
      ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
      εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
 140  νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
      ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
      ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
      ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
      αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
 145  αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
      οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
      ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
      ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
      ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
 150  Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
      αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
      ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
      δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
      ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
 155  θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
      ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
      ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
      Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
      φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
 160  οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
      δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
      ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
      εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
      ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
 165  ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
      τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
      νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
      αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
      ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
 170  ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
      καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
      ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
      αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
      τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
 175  αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
      Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
      ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
      οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
      ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
 180  αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
      ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
      ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς
      ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
      δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος
                     Ἀχαιῶν,
 185  νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
      οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
      πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
      ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
      ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
 190  Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
      ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
      ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
      ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
      ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
 195  αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
      πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
      αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
      φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
      αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
 200  ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
      ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα
      καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
      τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,
      βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ
 205  νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
      αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
      μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
      ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές
                     εἰμεν·
      οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
 210  εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
      ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
      ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
      νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
      ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
 215  τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
      δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
      σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ
      βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
      τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
 220  νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
      κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
      ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
      Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
      μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
 225  εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
      καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
      λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
      αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
      μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
 230  πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
      Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
      οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
      πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
      ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
 235  ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
      δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
      ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
      πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
      ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
 240  ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
      πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
      δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
      ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
      ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
 245  τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
      ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
      σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
      ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
      ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
 250  ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
      ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
      ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
      ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
      ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
 255  ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
      αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
      χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
      οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
      πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
 260  αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
      Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
      ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
      πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
      δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
 265  μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
      οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
      μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
      Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
      νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
 270  δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
      κέκλυτέ μευ μύθων κακά περ πάσχοντες
                     ἑταῖροι,
      ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
      Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
      νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
 275  ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
      ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
      ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
      αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
      σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι
                     γυῖα
 280  κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
      ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
      οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
      νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
      ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
 285  νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
      ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
      γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
      ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
      ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
 290  νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
      ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
      δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
      ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
      ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
 295  καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
      Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
      ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
      εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν
 300  εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
      ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
      ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
      ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.
      αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
 305  στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
      ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
      νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
 310  οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
      κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
      ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
      ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
      λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
 315  γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
      ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
      καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
 320  ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
      ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
      δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
      Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
      ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
 325  μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
      γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
      οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
      τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
      ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
 330  καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
      ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
      γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
      δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
      εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
 335  ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
      χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
      ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
      οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
      Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
 340  κέκλυτέ μευ μύθων κακά περ πάσχοντες
                     ἑταῖροι.
      πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
      λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
      ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
      ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
 345  εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
      αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
      τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
      εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
      νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,
 350  βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
      ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
      ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι
                     ἑταῖροι.
      αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
      ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
 355  βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
      τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
      φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
      οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
      αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
 360  μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
      δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
      οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,
      ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
      αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
 365  μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.
      καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
      βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
      ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
      καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
 370  οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·
      Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,
      ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
      οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
      ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
 375  Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
      αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
      Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                        ἐόντες,
      τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
      οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
 380  χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
      ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.
      εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,
      δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα
                     Ζεύς·
 385  Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε
      καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
      τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
      τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
      ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·
 390  ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
      αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ
                     θάλασσαν,
      νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
      εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.
      τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·
 395  εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,
      ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.
      ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
      δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·
      ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
 400  καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
      ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
      ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.
      ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις
                     ἄλλη
      φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
 405  δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
      νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
      ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε
      κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
      ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα
 410  ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα
      εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ
      πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε
      πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
      κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.
 415  Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
      ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
      ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.
      οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
      κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.
 420  αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους
      λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
      ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ
      ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
      τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
 425  ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
      ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι
                     θύων,
      ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,
      ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
      παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι
 430  ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
      ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
      αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,
      τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον
      οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·
 435  ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,
      μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
      νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω
      ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον
      ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
 440  κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
      τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
      ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
      μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
      ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
 445  Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
      εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
      ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
      νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
      ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
 450  ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
      ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
      σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν
      αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.

卷 13

   1  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
      κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
      τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
      ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
   5  ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω
      ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
      ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
      ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
      αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
  10  εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
      κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
      δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
      ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
      ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
  15  τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
      ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
      οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
  20  καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
      αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
      βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
      οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
      τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
  25  Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
      μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
      τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
      Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
      πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
  30  δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
      ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
      νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
      ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
      δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
  35  ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
      αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
      Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
      Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
      πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
  40  ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
      πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
      ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
      νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
      ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
  45  κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
      παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
      πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
      καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  50  Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
      πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
      τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
      ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
      νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
  55  ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
      αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
      Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε
                     γῆρας
  60  ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.
      αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
      παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
      ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
      τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
  65  ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
      Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
      τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
      τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·
      ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
  70  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
      αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
      δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
      κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
      νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
  75  πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
      σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
      κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
      εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
      καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
  80  νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
      ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
      πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
      ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
      ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
  85  πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
      ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
      κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
      ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
      ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
  90  ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
      ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
      δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
      εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
      ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
  95  τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
      Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
      ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
      ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
      αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
 100  ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
      νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
      αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
      ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
      ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
 105  ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
      λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
      ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
      φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
      ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
 110  αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
      αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
      ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
      ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν
                  ἔπειτα
      ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
 115  σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
      οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
      πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
      αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
      κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
 120  ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
      ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
      καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
      ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
      πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
 125  αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
      λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
      πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
      Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι
                     θεοῖσι
      τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
 130  Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
      καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
      οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
      πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
      οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
 135  κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
      χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
      πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
      εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
 140  ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
      οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
      πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
      ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
      οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
 145  ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
      αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
      ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
      νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
 150  ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
      ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
      ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
      ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
 155  ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
      λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
      νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
      ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
      αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
 160  βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
      ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
      ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
      ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
      χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
 165  οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
      Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
      ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
      ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ
      οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
 170  ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
      τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
      ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ
                     ἱκάνει
      πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
      ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
 175  φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
      ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
      ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
      ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
      ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
 180  πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
      ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
      δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
      μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
      ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ
                  ταύρους.
 185  ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
      δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
      ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
      εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
      ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
 190  Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
      ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
      μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
      πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
      τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
 195  ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
      πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
      στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
      ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
      χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
 200  ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
      ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
      ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
      πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
      πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
 205  αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
      ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
      νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
      καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
      ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
 210  ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
      οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
      ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
      Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
      ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
 215  ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
      μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
      ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
      ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
      τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
 220  ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
      πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
      ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
      παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
      δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
 225  ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
      τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
      χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
 230  ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
      εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
      καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
      τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
      ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
 235  κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
      τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
      νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
      εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
      οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
 240  ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
      ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
      ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
      οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
      ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
 245  γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
      αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
      παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
      τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
      τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
 250  ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
      χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
      Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
 255  αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
      πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
      τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
      χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
      φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
 260  Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
      ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
      οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
      Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
      ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
 265  οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
      δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
      τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
      ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
      νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
 270  ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
      αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
      αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
      ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
      τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
 275  ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
      ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
      πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
      κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
      σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
 280  δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
      ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
      ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
      οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
      κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
 285  οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
      ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
      ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
      χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
      καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
 290  καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
      κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε
                     παρέλθοι
      ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
      σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
      οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
 295  μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
      ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
      κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
      βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
      μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
 300  Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
      ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
      καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
      νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
      χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
 305  ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
      εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
      κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
      μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
      πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
 310  πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
      καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
      τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
 315  ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
      αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
      βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
      οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
      νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
 320  ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
      ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
      πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
      θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
      νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
 325  ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
      γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
      ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
      εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
 330  αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
      τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
      οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
      ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
      ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
 335  σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
      πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
      ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
      φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
      αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
 340  ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
      ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
      πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
      χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
      ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
 345  Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
      ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
      ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
      ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
      τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
 350  ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
      τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
      ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
      γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
      χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
 355  αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
      νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
      ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
      χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
      αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
 360  αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
      τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
      θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
      ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
      θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
 365  αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
      ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
      μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
      ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
      εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
 370  καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
      Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
      τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
      φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
      τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
 375  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
      οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
      μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
      ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
 380  πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
      ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
      φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
 385  εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
      ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
      πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
      οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
      αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
 390  καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
      σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
      καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
      ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
 395  αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
      ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
      ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
      κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
      ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
 400  ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
      κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
      ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
      σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
      αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
 405  ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
      παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
      δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
      πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
      ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
 410  πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
      ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
      ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
      Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
      ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
 415  ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
      ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
      πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
 420  τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
      μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
      αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
      κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
      ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
 425  ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
      ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
      ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
      ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
      ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
 430  κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
      ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
      πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
      κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
      ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
 435  ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
      ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
      ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
      πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
      τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
 440  ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.

卷 14

   1  αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
      χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη
      πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
      κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
   5  τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ
                  αὐλὴ
      ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
      καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
      αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
      νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
  10  ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
      σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
      πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
      ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
      πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
  15  πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
      θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
      πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
      ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
      αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
  20  οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
      πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
      τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
      αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
      τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
  25  ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
      οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
      σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
      ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
      ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
  30  οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
      ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
      ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
      ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
      ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
  35  τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
      πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
      ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
      ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
      καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  40  ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
      ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
      ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
      πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
      εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  45  ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
      σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
      εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
      ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
      εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
  50  ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
      αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς
      ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι
      ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
  55  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,
      ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
      ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε
      γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
  60  αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες
      οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
      ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
      οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
      οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
  65  ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,
      ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
      τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·
      ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
      πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
  70  καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
      Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
      ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
      βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
      ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
  75  εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
      ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
      θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
      ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
      αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
  80  ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
      χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
      οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
      οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
      ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
  85  καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
      ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
      πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
      καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
      οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
  90  κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
      μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
      κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
      ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
      οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
  95  οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
      ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
      ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
      οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
      ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
 100  δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
      τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
      βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
      ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
      ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
 105  τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
      ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
      αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
      καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
      ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε
                  οἶνον
 110  ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
      αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
      καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
      οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 115  ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
      ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
      φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
      εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
      Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
 120  εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
      ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
      ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
      ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
 125  ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
      ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
      ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
      ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
      καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
 130  ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
      αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
      εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
      τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
      ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
 135  ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
      κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
      ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
      πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
      ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
 140  οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
      οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
      οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
      ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
      ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
 145  τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
      αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
      ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
      τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
      ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
 150  κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
      ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
      ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
      αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
      ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
 155  πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
      ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
      γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
      ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
      ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
 160  ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
      τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
      τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
      οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
      ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
 165  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
      οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
      πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
      μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
 170  ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
      ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
      ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
      Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
      νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,
 175  Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
      καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
      πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
      τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
      ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
 180  ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
      οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
      νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
      ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
      ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
 185  ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
      καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
      τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
      ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
      ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
 190  οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
      τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
      εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
      ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
 195  δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·
      ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
      οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
      ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
      ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
 200  ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
      υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
      γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
      παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
      Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
 205  ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
      ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
      ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
      εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
      παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
 210  αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
      ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
      εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
      οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
      ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
 215  γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
      ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
      καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
      ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
      οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
 220  ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
      ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
      τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
      οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
      ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
 225  καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
      λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
      αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
      ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
      πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
 230  εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
      ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
      τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
      λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
      δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
 235  ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
      ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,
      δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
      νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
      ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.
 240  ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
      τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
      οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
      αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
      μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
 245  κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
      Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
      νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
      ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
      ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
 250  δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
      θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
      ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
      ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
      ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
 255  νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι
      ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
      πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
      στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
      ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
 260  αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
      ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
      οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
      αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
      πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
 265  αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
      οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
      ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
      χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
      φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
 270  μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
      ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
      τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
      αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
      ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
 275  αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—
      αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
      καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
      αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
      καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,
 280  ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
      ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
      ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
      ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν
      ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
 285  ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ
                     ἄγειρα
      χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
      ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
      δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
      τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
 290  ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα
      Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
      ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
      ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
      ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
 295  ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
      ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
      κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
      τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
      ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
 300  μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.
      ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
      φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
      δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
      νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
 305  Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
      ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
      ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.
      οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
      κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.
 310  αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
      ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
      ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
      τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
      ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
 315  γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
      ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
      ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
      αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
      χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
 320  ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
      ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
      ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
      καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,
      χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
 325  καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
      τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
      τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
      ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
      ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
 330  ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
      ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
      νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
      οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
      ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
 335  ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
      ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
      ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
      ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
      ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
 340  αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
      ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,
      ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
      ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
      ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
 345  ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
      ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
      ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
      αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
      ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
 350  ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
      στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
      νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
      ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
      κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
 355  φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
      μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
      νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
      ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
      ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
 360  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
      ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
      ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
      εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
 365  μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
      νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
      πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
      ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
      τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
 370  ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
      νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
      αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
      ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
      ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
 375  ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
      ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
      ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
      ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
      ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
 380  ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
      ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
      φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
      νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
      καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
 385  πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
      καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
      μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
      οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
      ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
 390  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
      ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
      οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
      ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
      μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
 395  εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
      ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
      Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
      εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
      δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
 400  ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
      τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
      ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
      εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
      ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
 405  αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
      πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
      νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
      εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
 410  ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
      τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
      κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
      αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
      ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
 415  τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
      δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
      ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
      ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
      οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
 420  τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
      λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
      ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
      ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
      νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
 425  κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
      τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
      αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
      πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
      καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
 430  μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
      ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
      βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
      ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
      καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
 435  τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
      θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
      νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
      ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
      καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
 440  αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
      ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
      τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
      οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
 445  ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
      ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
      σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
      ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
      σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
 450  αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
      νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
      πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
 455  σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον
      σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
      νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα
                  Ζεὺς
      πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
      τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
 460  εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
      ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
      κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες
                     ἑταῖροι,
      εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
      ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
 465  καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
      καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
      ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
      εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
      ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
 470  ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
      τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
      ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
      ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
      ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
 475  κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
      πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
      ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
      ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
      εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
 480  αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
      ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
      ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
      ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
      καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
 485  ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
      δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
      οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
 490  ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ
                     θυμῷ,
      οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
      φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
      σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
      ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε
                     μῦθον·
 495  κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
      λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
      εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
      εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
      ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος
                     υἱός,
 500  καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
      βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
      κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
      ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
      δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
 505  ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
      νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
      τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
      οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
 510  τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
      ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
      νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
      οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
      ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
 515  αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
      αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
      πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
      ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
      εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
 520  ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
      πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,
      ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
      ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ
                  αὐτὸν
      ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ
 525  ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
      ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,
      ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
      πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,
      ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,
 530  ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
      εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
      βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
      πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.

卷 15

   1  ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
      ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
      νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
      εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
   5  εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
      ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
      Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
      νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
      ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  10  Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησαι,
      κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
      οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
      κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
      ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
  15  πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
      ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
      Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
      μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
      μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
  20  οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
      κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
      παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
      οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
      ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  25  δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
      εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
      ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
      μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
      ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
  30  ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
      ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
      ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
      ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
      νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
  35  ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
      αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
      νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
      αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
      ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
  40  ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω
      ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
      οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
      ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
      αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
  45  λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
      ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
      ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
      τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
      Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
  50  νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
      ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
      ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
      καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
      τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
  55  ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
      ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
      ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
      ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
      τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
  60  σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
      δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
      ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
      Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
      Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  65  ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
      ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
      Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω
      ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
  70  ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,
      ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
      ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι
      ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
      χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
  75  ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
      καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
      δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
      ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
      δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.
  80  εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,
      ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
      ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
      αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
      ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
  85  ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
      βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν
      οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
  90  μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
      ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
      αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
      αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
      δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  95  ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
      ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·
      τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
      ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
      αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
 100  οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
      ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,
      Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
      υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν
      ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
 105  ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
      τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
      ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
      ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
      βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
 110  Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
      Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
      ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
      δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
      δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
 115  δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
      ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
      ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
      Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
      κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
 120  ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
      ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
      θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
      ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
      πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
 125  δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο
                     δίδωμι,
      μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
      σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
      κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
      οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
 130  ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
      καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
      δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
      τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
      ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
 135  χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
      καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
      νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
      σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
      εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
 140  πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
      οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
 145  ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
      ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
      τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
      οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
      ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
 150  στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
      χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
      εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
      ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 155  καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
      πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
      νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
      εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
      ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
 160  ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
      αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
      ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
      ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
      δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
 165  γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
      τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
      φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
      ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
      ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
 170  ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
      τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
      κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ
                     θυμῷ
      ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
      ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
 175  ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
      ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
      οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
      οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 180  οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
      τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
      ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
      ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
      οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
 185  δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
      ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
      υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
      ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
 190  ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
      ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
      μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
      αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
      καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
 195  Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
      μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
      ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
      ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
      μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
 200  μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
      ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
      ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,
      ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
      ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
 205  στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
      νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
      ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
      καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
      σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας
                     ἑταίρους,
 210  πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
      εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
      οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
      ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
      ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
 215  ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
      ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
      Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
      ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
      αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
 220  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,
      αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
      ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ
      νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
      τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
 225  μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
      ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
      ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
      δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
      Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
 230  ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
      εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
      δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
      εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
      τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
 235  ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
      ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
      ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
      ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
      Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
 240  ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
      ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
      γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
      Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
      αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
 245  ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων
      παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
      ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
      τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
      Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
 250  ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
      κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
      αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
      θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
      ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
 255  ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
      τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ
                  ἦεν,
      ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν
      σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 260  ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
      λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
      σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
      εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
      τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
 265  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
      ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
      εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
      τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
 270  ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
      τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
      οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
      ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
      Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
 275  τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
      φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
      ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
      μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 280  οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
      ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
      ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
      καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
      ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
 285  ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
      εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
      Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
      ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.
      ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
 290  στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
      ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
      τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
      λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα
      νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
 295  βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
      δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
      ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
      ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
      ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
 300  ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
      τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
      δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
 305  ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
      αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·
      κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες
                     ἑταῖροι·
      ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
      πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
 310  ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον
      ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
      πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
      καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο
      ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
 315  καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
      εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
      αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
      ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
      Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
 320  ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
      δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
      πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
      δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
      οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
 325  τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
      ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
      ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
      εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
      τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
 330  οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
      ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
      αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
      οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
      σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
 335  ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
      οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
      αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
      κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
      πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
 340  τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
      αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
      ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
      πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
      ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν
 345  ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
      νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
      εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
      πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
      ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,
 350  ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
      τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
      τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
      Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ
      θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
 355  ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
      κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
      ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
      ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
      λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
 360  ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
      ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
      τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
      οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
      θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
 365  τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.
      αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,
      τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,
      αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη
      καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα
 370  ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.
      νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
      ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·
      τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
      ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
 375  οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
      ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν
      ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
      καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
      ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
 380  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
      πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
      ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
 385  ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
      ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
      ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
      τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
      τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
 390  ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
      σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
      ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
      ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
      πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
 395  τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
      εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι
      δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
      νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
      κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
 400  μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
      ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.
      τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
      νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
      Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
 405  οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,
      εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.
      πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
      νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
      ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,
 410  ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
      οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
      ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·
      τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
      Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
 415  ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
      τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
      ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,
      καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·
      τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
 420  πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
      εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
      θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
      εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
      ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
 425  ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
      κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
      ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
      ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες
      τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
 430  τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο
                     λάθρη·
      ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,
      ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
      αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
      τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο
                     μύθῳ·
 435  εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,
      ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς
                     ἐκέλευεν.
      αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
      τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
 440  σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν
      ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,
      ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι
      ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ
      δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.
 445  ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.
      ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
      ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·
      οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·
      καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
 450  παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,
      κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·
      τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον
      ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.
      ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,
 455  οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες
      ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.
      ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,
      καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
      ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς
 460  χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.
      τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ
      χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,
      ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.
      ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,
 465  ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.
      εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας
      ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.
      οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,
      ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ
 470  ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.
      δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·
      ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,
      ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
      οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
 475  νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
      ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·
      ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
      τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,
      ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.
 480  καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
      ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·
      τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
      ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
      οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
 485  τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·
      Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
      ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
      ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
      Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας
 490  ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
      ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε
      πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
      καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·
 495  αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου
      Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν
      καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·
      ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
      ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
 500  δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
      ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,
      αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·
 505  ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
      ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
      δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
      τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
      πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι
 510  ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
      ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
      ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ
 515  χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
      ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ
      φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
      ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
      Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,
 520  τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·
      καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
      μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
      ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
      εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
 525  ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
      κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι
      τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
      μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
      τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
 530  ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
      Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς
                     ὄρνις
      ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
      ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
      ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.
 535  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
      τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
      ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
      ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·
 540  Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
      πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·
      καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
      ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
      τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
 545  Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,
      τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
      ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους
      αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
      οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
 550  Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
      εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
      νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
      οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
      Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
 555  τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,
      ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
      ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,

卷 16

   1  τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
      ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
      ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
      Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
   5  οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
      σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
      αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
      Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ
                     ἑταῖρος
      ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
  10  ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
      οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
      ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
      ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
      κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,
  15  κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
      χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
      ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
      ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
      μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
  20  ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
      πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
      καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
      ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε
      ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
  25  ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
      τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
      οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
      ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
      ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
  30  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,
      ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
      ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
      ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ
  35  χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
      τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
      καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
      σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ
      φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  40  ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
      αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
      τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
      Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
      ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν
                     ἕδρην
  45  σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
      ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ
                  συβώτης.
      χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
      ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
      τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
  50  ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
      σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
      ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
      αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  55  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
      ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ
                     ναῦται
      ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
      οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  60  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
      ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
      φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
      πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
  65  νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
      ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
      ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  70  πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
      αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
      ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
      μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
      ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
  75  εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
      ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
      μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
      ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
      ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  80  δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
      πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
      εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
      εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
      ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
  85  κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
      ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
      μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
      πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
      ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  90  τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
      ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
      ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
      οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
      ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  95  εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
      ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
      ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
      μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
      αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
 100  ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
      αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
      εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
      ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
 105  εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
      βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
      τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
      ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
      ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
 110  καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
      μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
      οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
 115  οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
      μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
      ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
      μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
      μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
 120  μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
      τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
      ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
      Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
      ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
 125  τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
      ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
      ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
      οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
      ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
 130  ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ
      εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
      αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
      οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν
      πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
 135  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
      ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
      δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων
 140  ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ
      πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·
      αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
      οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
      οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
 145  ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
      εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
      πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
 150  ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς
      πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
      ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
      κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
      ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ
                  πέδιλα,
 155  δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην
      λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
      ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ
      καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
      στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·
 160  οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,
      οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
      ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο
      κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
      ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
 165  ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
      στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
      ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
      ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
 170  ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
      δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
      ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
      φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
      θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
 175  ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
      κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
      ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
      ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
      ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,
 180  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
      ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
      ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
      ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
 185  ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
      τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
      οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
      ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
      πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
 190  ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
      δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
      Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
      ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
      οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με
                     δαίμων
 195  θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
      οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
      ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
      ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
      ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
 200  νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
      οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
      οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
 205  ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
      ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
      αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
      ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
      ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
 210  ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
      ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
      ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
      ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
      ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
 215  ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
      κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
      φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
      ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
      ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
 220  καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
      εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
      ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε
                     ναῦται
      ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
      οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
 225  τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
      τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
      Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
      ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
      καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
 230  κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
      χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
      καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
      νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
      ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
 235  ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
      ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
      καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
      φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
      μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
 240  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
      χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
      ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
      ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
 245  μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
      ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
      ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
      κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
      ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
 250  ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
      ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
      καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
      καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
      τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
 255  μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
      ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
      φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
      τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
      τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
 260  καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
      ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
      ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
 265  ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
      τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
      οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
      φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
      ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
 270  ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
      οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
      αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
      πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
      εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
 275  τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
      ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
      ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
      ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
      μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
 280  πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
      ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
      ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
      νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
      ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
 285  ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
      πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
      παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
      ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν
                        ἐῴκει
      οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
 290  ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
      πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
      μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
      ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
      καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
 295  νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
      καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
      ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
      Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
      ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
 300  εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
      μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
      μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
      μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
      ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
 305  καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
      ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
      ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
      τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
      ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
 310  γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
      ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
      ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
      δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
      ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
 315  χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
      ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
      αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
      ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
      ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
 320  εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
      ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
      ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
      οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
 325  νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
      τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
      αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
      αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
      ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
 330  οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει
      ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
      ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
      τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
      τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
 335  ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,
      κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
      ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
      Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
      πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
 340  αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
      βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
      μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
      ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
      αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
 345  τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
      ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
      Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
      ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
      ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
 350  κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
      οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
      στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
      ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
      ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
 355  μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ
                     ἔνδον.
      ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
      νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
      ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα
                  θαλάσσης,
      αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
 360  τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
      αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
      εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
      τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
      ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος
                     ἔλυσαν.
 365  ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
      αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
      οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
      νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
      Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
 370  αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
      ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
      Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
      τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
      αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
 375  λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
      ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
      εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
      ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
      οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
 380  οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
      μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
      γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
      ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
      ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
 385  δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
      κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
      εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
      αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
      μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
 390  ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
      μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
      γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
      τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
 395  Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
      ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
      ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
      ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
      ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
 400  ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
      Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
      κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
      εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
      αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
 405  εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
      ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
      αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
      ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
      ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
 410  μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
      πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
      κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
      βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
      ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
 415  στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
      ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
      Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ
                     φασιν
      ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
 420  βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
      μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
      ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
      μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
      ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
 425  δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
      οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
      ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
      τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
      ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
 430  ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
      τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
      παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
      ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
      τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·
 435  κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
      θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
      οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
      ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
      ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
 440  ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
      αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
      ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
      πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
      ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
 445  τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
      ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
      ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
      ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
      ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
 450  κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
      ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
      ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
      ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
      σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
 455  ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
      ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
      λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
      γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
      ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
 460  τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
      ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
      ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
      ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
      τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
 465  οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
      ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
      ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
      ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
      κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
 470  ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
      ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
      ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
      ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
      βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
 475  καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
      ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
      ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
      οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε
                  δαῖτα,
      δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
 480  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
      κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.

卷 17

   1  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
      Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
      εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,
   5  ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·
      ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με
                     μήτηρ
      ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
      κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
      πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.
  10  τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι
      δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι
      πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας
      ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
      ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
  15  ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
      πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς
      δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
  20  οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
      ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
      ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
      αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
      αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ
  25  στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
      ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
      κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
      αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
      ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
  30  αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
      τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
      κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
      δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
      δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  35  καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
      ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
      Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
      ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
      κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  40  καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
      ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε
      ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
      λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
      ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  45  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
      ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
      ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
      εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  50  εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
      ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
      αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
      ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
      τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
  55  Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
      ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
      ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
      ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
      εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  60  ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
      Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
      ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
      θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
      τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
  65  ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
      ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
      αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
      ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,
      οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
  70  ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.
      τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
      ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν
      Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.
      τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·
  75  Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα
                     γυναῖκας,
      ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
      εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
  80  λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
      αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
      εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
      δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
      ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
  85  αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
      χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
      ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
      τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
      ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  90  ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
      χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
      καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
      νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
      σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  95  εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
      μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
      κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
      αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
 100  τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
      Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
      λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
      αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
      ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
 105  πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
      νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
      ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
 110  δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
      ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
      ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
      ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
      αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
 115  ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
      ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
      ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
      ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
      Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
 120  εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
      ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
      αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
      καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
      ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν
                        εὐνῇ
 125  ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
      ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
      νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
      κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
      βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
 130  ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
      ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
      αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
      τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
      ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
 135  κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
      τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
      πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
      ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
      ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
 140  ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
      τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
      φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
      νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
      ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
 145  οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
      οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
      ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
      ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
      ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
 150  ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
      τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
      ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
      ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
      ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
 155  ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
      ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
      ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
      ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
      ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
 160  τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
      ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
      τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
 165  ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
      μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
      δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
      ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
 170  ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
      πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
      καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
      ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
      κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ
                     ἀέθλοις,
 175  ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
      οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
      ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε
                  μύθῳ.
      αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
      χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
 180  οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
      ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
      δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
      ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
      τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
 185  ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι
                     μενεαίνεις
      σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
      αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
      ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
      νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
 190  ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
      ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
      ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
 195  δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
      σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
      ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
      πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
      Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
 200  τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
      ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
      πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
      σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
      ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
 205  ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
      τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
      τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
      ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
      πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
 210  ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
      νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
      ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
      αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
      δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
 215  τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
      ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
      νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
      ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
      πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
 220  πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
      ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
      αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
      τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
      σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,
 225  καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
      ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
      ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
      βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
      ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
 230  αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
      πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
      πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
      ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
      ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
 235  ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
      ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
      ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
      ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης
      νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·
 240  νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ
                     Ὀδυσσεὺς
      ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,
      ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,
      ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
      τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
 245  τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
      ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
      τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
      ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
      τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
 250  ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
      αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
      σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
      ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
      ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
 255  αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.
      αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
      ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.
      τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
      σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα
 260  ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
      στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ
      φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν
      Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
      Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,
 265  ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
      ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
      τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ
      δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
      γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
 270  ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
      ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
      τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
      ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
 275  ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
      δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
      εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
      μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
      ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
 280  τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
      γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
      ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
      οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
      τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
 285  κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
      γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
      οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,
      τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
      πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
 290  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
      ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
      Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
      θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν
      ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
 295  αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
      δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
      ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
      ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
      δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
 300  ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
      δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
      οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
      ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος
      ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
 305  ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
      Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ
                     κόπρῳ.
      καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,
      εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
      ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
 310  γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
      τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
      εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
      οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
 315  αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
      οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
      κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
      νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
      ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
 320  δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
      οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
      ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
      ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
      ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
 325  βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
      Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
      αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
      τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
      ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
 330  νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
      κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
      δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
      τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
      ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
 335  μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
      ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ
                  Ὀδυσσεύς,
      πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
      σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
      ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
 340  κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
      ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
      Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
      ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
      καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
 345  δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
      αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
      αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
      ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν,
      ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
 350  Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε
                     κελεύει
      αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
      αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
 355  καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
      ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
      αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
      ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
      εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
 360  μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,
      ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
      ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
      γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
      ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
 365  βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
      πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
      οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
      ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
      τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
 370  κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
      τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
      ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
      αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
      ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
 375  ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
      ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
      πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
      ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
      ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
 380  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
      Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
      τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
      ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
      μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
 385  ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
      οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
      πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
      ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
      δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
 390  οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
      ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
      Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
 395  μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
      ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
      Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
      ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
      μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
 400  δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
      μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον
      δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
      ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
      αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.
 405  τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·
      Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
      εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
      καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.
      ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
 410  κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·
      οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην
      σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
      αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
      στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
 415  δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος
                     Ἀχαιῶν
      ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
      τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
      σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
      καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
 420  ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
      τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
      ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
      οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
      ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
 425  ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
      Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.
      στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
      ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
      αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
 430  ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
      οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
      αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
      πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
      αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
 435  οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
      ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
      χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
      φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
      στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
 440  ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
      τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
      αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
      Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·
      ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.
 445  τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·
      τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
      στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
      μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
      ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
 450  ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
      μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
      ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
      τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
      ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
 455  οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
      ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
      σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
      ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
      καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
 460  νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω
      ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
      ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
      πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη
      ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
 465  ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
      ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην
      θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
      κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
      ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
 470  οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
      ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
      βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
      αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
      οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
 475  ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
      Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
      τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
      ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
      μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
 480  ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν·
      ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
      Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
      οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
 485  καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
      παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
      ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
      ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
      Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
 490  βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
      ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
      τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
      βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
      αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
 495  τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
      εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
      οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
      τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
 500  Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
      ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
      ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
      ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
      οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
 505  ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
      ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
      ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
      ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
      ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι
 510  εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
      ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.
      τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
      εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
      οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
 515  τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα
      ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
      ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
      ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
      ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
 520  τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
      ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
      φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
      Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
      ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
 525  προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
      ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
      ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
 530  οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
      ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.
      αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,
      σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,
      οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
 535  βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
      εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
      μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
      οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
      εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
 540  αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
      ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ
                  δῶμα
      σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
      αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
      ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
 545  οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
      τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
      πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
      ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
      αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
 550  ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
      ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν·
      ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
      ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
      μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
 555  ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
      εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
      ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
      χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
      γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
 560  τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
      Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
      κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
      οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
      ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
 565  τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
      καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
      οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
      οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
      τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
 570  μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
      καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
      ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
      λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
      ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
 575  τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
      οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν
                     ἀλήτης;
      ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
      αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
      τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
 580  μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
      ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
      ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
      καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
      οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
 585  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
      οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
      ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
      ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
 590  μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
      αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
      ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
      ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα
                     φυλάξων,
      σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
 595  αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
      μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
      τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
 600  ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·
      αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
      ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ
                  δίφρου,
      πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
      βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,
 605  πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ
      τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.

卷 18

   1  ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
      πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
      ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
      οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
   5  Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
      ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
      οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
      ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
      καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
  10  εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς
                     ἕλκῃ.
      οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
      ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
      ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
      τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·
  15  δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
      οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
      οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
      ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
      ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
  20  χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
      μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
      αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
      αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
      δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  25  τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
      ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
      γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
      κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
      γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  30  ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
      μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
      ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
      οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
      τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  35  ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
      ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
      οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
      ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
      χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
  40  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
      ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
      τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
      κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω.
      γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
  45  κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
      ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
      τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
      αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
      πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
  50  ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
      τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
      ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
      ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
      ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
  55  ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
      μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
      πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς
                  ἐκέλευεν.
      αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  60  τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
      ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
      τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
      δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
      ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  65  Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ
                  Ὀδυσσεὺς
      ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
      καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
      στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  70  ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
      μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
      ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
      ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
      οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  75  ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
      ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
      δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
      Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  80  εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
      ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
      ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
      αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
      πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
  85  εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
      ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
      μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
      ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε
                  γυῖα.
      ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
  90  δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
      ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
      ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
      ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
      ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
  95  δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
      Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
      ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
      κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
      λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
 100  χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
      ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
      αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
      εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 105  ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
      μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
      λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
      ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
      πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
 110  ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
      ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
      Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι,
      ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
      ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
 115  ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
      εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
      ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
      Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
      ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
 120  ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
      καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
      χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ
                     ὀπίσσω
      ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
 125  Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
      τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
      Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
      τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
      τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
 130  οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
      πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
      οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
      ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
      ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
 135  καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
      τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
      οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
      καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
      πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
 140  πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
      τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
      ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
      οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
      κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
 145  ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
      δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
      οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
      ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
      οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
 150  μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
      ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
      ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
      αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
      νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
 155  ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
      Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
      ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
      τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
      κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
 160  μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
      θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
      μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
      ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος
                     γε,
 165  μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
      παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
      μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
      οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
      τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
 170  ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
      ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
      χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
      μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
      ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
 175  ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
      ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
      τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
      χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
 180  ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
      ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
      ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
      ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
      οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
 185  ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
      ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
      ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
      κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
      εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
 190  αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
      ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
      κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
      ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
      χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
 195  καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
      λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
      ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
      ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
      φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
 200  καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
      ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ
                     ἐκάλυψεν.
      αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
      αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
      αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
 205  παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
      ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
      οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
      ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
      στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
 210  ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
      ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
      τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
      πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
      ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
 215  Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ
                     νόημα·
      παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
      νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
      καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
      ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
 220  οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
      οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
      ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
      πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
      ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
 225  σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
      αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
      ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
 230  ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
      ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
      οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
      οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
      μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
 235  αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
      οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
      νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
      οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
      ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
 240  ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
      οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
      οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
      Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
 245  κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
      εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
      πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
      ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
      εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
 250  τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
      Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
      ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
      Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
      εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
 255  μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
      νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
      ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
      δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
      ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
 260  ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
      καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
      ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
      ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
      ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
 265  τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
      αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
      μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
      ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
      αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
 270  γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
      κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα
                     τελεῖται.
      νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
      οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
      ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
 275  μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
      οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
      μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
      αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
      κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
 280  ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
      ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
      οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
      μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
      τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
 285  κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
      δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
      δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
      ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
      πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
 290  ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
      δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
      Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
      ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
      χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
 295  ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
      χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
      ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
      τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
      ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
 300  ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
      ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
      ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
      τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
      οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
 305  τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
      τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
      αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
      ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
      αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
 310  καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
      δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
      αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
      δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
      ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
 315  τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
      ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
      αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
      ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
      οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
 320  ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ
                  ἴδοντο.
      τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
      τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
      παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
      ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
 325  ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
      ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
      ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος
                     ἐσσί,
      οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
      ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
 330  θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
      ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
      τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
      ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
      μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
 335  ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
      δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
      τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
      κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
 340  ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
      βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
      ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
      αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
      ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
 345  ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
      μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
      λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
      δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
      τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
 350  κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
      κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
      ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
      οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
      ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
 355  κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
      ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
      ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
      ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
      αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
 360  ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
      εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
      ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
      ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
      βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
 365  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
      ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
      ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
      καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
 370  νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
      εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
      αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
      ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
      τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
 375  τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
      εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
      σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
      καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
      τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
 380  οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
      ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
      καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
      οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
      εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
 385  αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
      φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
      ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
      καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
      ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ
                     ἀγορεύεις
 390  θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
      ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
      τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
      ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
      ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
 395  Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
      Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
      δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
      αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
      μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
 400  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
      αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
      πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
      νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
      ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
 405  τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
      δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
      βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
      ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
      ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
 410  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες
      Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
      τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
      Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
      ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
 415  ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
      μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
      δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
      ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
      ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
 420  τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
      Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
      ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
      τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
      κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
 425  νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
      σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
      αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
      βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.

卷 19

   1  αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
      μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
      αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
      Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
   5  πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
      παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
      ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
      οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
      ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  10  πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
      μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
      ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
      καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
      ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  15  ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
      μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι
                     γυναῖκας,
      ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
      καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
      πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
  20  νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
      τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
      αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
      οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
      ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  25  δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
      χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
      ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  30  κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
      τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
      ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
      ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
      χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  35  δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
      ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν
                     ὁρῶμαι.
      ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
      εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
      φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  40  ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
      αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
      ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  45  ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
      ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
      ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
      κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
      ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  50  ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
      αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
      μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
      ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
      Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
  55  τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
      δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
      ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
      προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
      ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  60  ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
      αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
      καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
      πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
      νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
  65  ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
      ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
      δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
      ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
      ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  70  τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
      ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
      πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
      τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  75  καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
      ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
      τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
      ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
      οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  80  ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
      τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
      ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
      μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
      ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  85  εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
      ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
      Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
      λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
      ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
  90  ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
      πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με
                     λήθεις
      ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
      πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
      ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
  95  ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
      ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
      Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
      ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
      ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
 100  ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
      δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
      ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
      τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
      ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
 105  τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
      νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
      ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
 110  ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
      εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
      πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
      τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
      ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
 115  τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
      μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
      μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
      μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
      οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
 120  ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
      μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
      φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
      ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
 125  ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
      Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
      εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
      μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
      νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
 130  ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
      Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
      οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
      οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
      τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
 135  οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
      ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
      οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
      φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
      στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
 140  λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
      κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,
      μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
      ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
      Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
 145  μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
      μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
      αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
      ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.
      ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
 150  νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
      ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
      ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
      μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
      καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
 155  εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
      ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
      νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
      μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
      γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
 160  γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
      οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
      ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
      οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
 165  ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
      οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
      ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
      πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
      ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
 170  πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
      ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
      Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
      καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
      πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
 175  ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
      ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
      Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
      τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
      ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
 180  πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
      Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
      ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
      ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
      ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
 185  ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
      καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
      ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
      στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
      ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
 190  αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
      ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
      τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
      οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
      τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
 195  ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
      καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
      δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
      καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
      ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
 200  εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
      εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
      τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
      ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
      τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
 205  ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
      ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
      τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
      ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
      κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
 210  θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
      ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
      ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
      ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
      ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
 215  νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
      εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
      ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
      εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
      αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
 220  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
      εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
      ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
      αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
 225  χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
      διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
      αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
      ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
      ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
 230  ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
      αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
      τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
      οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
      τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
 235  ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
      ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
      οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
      ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
      ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
 240  ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
      καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
      καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
      αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
      καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
 245  εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
      γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
      Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
      ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
      ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο,
 250  σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
      ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
      καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
      νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν
                     ἐλεεινός,
      ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
 255  αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
      πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
      κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
      οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
      τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
 260  ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
      μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
      τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
 265  καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
      κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
      ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
      ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
      νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
 270  ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
      ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
      ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
      αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
      ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
 275  Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
      Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
      οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
      τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
      Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
 280  οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
      καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
      οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
      ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
      χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
 285  ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
      οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
      ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
      ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
      νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
 290  οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
      ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
      ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
      καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
      καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
 295  ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
      τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
      ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
      ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
      ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
 300  ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
      ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
      δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
      ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
      ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
 305  ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
      τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
      τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
 310  τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
      ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
      ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
      οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
      τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
 315  οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
      ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
      ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
      δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
      ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
 320  ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
      ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
      ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
      τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
      ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
 325  πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
      ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
      εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
      δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
      ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
 330  τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
      ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
      ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
      τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
      πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
 335  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
      ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
      ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
      ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
      νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
 340  κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
      πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
      ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
      οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
      γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
 345  τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
      εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
      ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
      τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 350  ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
      ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
      ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
      ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
      ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
 355  δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
      ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
      ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
      νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
      ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
 360  αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
      ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
      δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
      ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ
                     Ζεὺς
      ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
 365  οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
      πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
      ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
      γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
      νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
 370  οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
      ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
      ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
      τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
      οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
 375  κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
      τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
      καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
      κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
      πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
 380  ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
      ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
      ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
 385  ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
      ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
      τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
      ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
      ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
 390  αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
      οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
      νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
      οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
      Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
 395  μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
      κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
      Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
      ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
      Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
 400  παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
      τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
      παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
      παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
 405  τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
      γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
      πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
      ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
      τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
 410  ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
      ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
      τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
      τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ
                  δῶρα.
      τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
 415  χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
      μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
      κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
      Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
      δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
 420  αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
      τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
      μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
      ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
      ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
 425  δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
      ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
      δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
 430  υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
      ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
      Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
      Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
      ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
 435  οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
      ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
      υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
      ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
      ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
 440  τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
      οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
      οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
      ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
      τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
 445  ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
      φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
      στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
      ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
      οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
 450  γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
      λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
      τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
      ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
      κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
 455  τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
      ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
      δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
      ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
      τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
 460  εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
      καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
      εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
      χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
      οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
 465  ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
      Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
      τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
      γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
      ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
 470  ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
      τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
      δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
      ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
      ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ
                     γε
 475  πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
      ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
      πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
      ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
      τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
 480  χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
      τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
      μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες
                     αὐτὴ
      τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
      ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
 485  ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
      σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
      ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
      εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
      οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
 490  δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
      τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
      οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
      ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
 495  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
      εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
      δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
      αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
 500  μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
      εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
      ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
      ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
      οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
 505  αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
      αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
      θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
      τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
      ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
 510  καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
      ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
      αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
      ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
      ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
 515  αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
      κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
      ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
      ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
      καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
 520  δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
      ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
      παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
      κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
      ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
 525  ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
      κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
      εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
      ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
      μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
 530  παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
      γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
      νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
      καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
      κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
 535  ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
      χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
      ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
      ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
      πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
 540  ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
      αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
      ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
      οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
      ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
 545  φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
      θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
      οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
      χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
      ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
 550  ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
      ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
      παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
      πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
 555  ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
      ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
      πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
      πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 560  ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
      γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
      δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
      αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
      τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
 565  οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
      οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
      οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
      ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
      ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
 570  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
      ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
      οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
      τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
      ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
 575  στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
      νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
      ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
      καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
      τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
 580  κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
      τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
      ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
      μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
 585  πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
      πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
      νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
 590  τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
      ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
      ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
      ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
      ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
 595  λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
      αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
      ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
      ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
      ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
 600  ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
      οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
      ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
      κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
      ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

卷 20

   1  αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
      κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε
      κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·
      Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
   5  ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
      κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες
      ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
      ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
      τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
  10  πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
      ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
      ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
      ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
      ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
  15  ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,
      ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
      στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
      τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ
                     ἔτλης.
      ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
  20  ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις
      ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
      ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·
      τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα
      νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
  25  ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
      ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
      αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,
      ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων
      ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
  30  μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
      οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·
      στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·
      τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε
                     φωτῶν;
      οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ
  35  καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·
      ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
      ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
  40  μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.
      πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
      εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
      πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.
      τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  45  σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
      ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
      αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
      ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
      εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
  50  νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
      καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
      ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
      πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
      ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν
                  ἔχευεν,
  55  αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
      εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
      λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·
      κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
      αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
  60  Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
      Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι
                     ἤδη
      ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
      αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
      οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
  65  ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
      ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
      τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
      ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
      τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  70  Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
      εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
      ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
      εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
      κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  75  ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
      μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
      τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
      καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
      ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  80  ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
      ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
      μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
      ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
      ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
  85  νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
      ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
      αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
      τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
      τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
  90  χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
      ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
      τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
      μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
      ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
  95  χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
      ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
      θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
      Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ
                     ὑγρὴν
      ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
 100  φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
      ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
      ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
      αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
      ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
 105  φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
      πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
      τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
      ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
      αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
 110  ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
      ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
      Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν
                     ἀνάσσεις,
      ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
      οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
 115  κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
      μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
      ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
      οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
      ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
 120  ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
      Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
      αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
      ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
      Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
 125  εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·
      ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
      εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
      στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
      μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
 130  εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
      τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
      ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
      χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
 135  οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
      οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,
      σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
      ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
      ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
 140  αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
      οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
      ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
      ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
      ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
 145  ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
      βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
      ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
      Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
      ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
 150  ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
      βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας
      πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
      καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ
      ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
 155  οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
      ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
      ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο.
      αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
      αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.
 160  ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
      εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
      ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης
      τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
      καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,
 165  αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·
      ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
      ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις
                  Ὀδυσσεύς·
      αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
 170  ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
      οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
      ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
      αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
 175  δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
      καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
      αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
      ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
      ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
 180  πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
      πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
      αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
      ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις
                  Ὀδυσσεύς,
      ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
 185  τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος
                  ἀνδρῶν,
      βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
      πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
      ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
      καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
 190  αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
      τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
      ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
      ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
      δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
 195  ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
      ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
      ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ
                     ὀπίσσω
 200  ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
      Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
      οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
      μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
      ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
 205  μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
      τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,
      εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
      εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
      ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν
 210  εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
      νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
      ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
      τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
      ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
 215  οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
      κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
      αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
      πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
      ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,
 220  ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα
      βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
      καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
      ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·
      ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
 225  ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
      γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
      τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
 230  ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
      ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
      ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
      σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,
      κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
 235  τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
      αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
      γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
      ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
      νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
 240  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
      μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
      ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
      αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
      τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
 245  ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
      Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
      ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
      ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο
      χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
 250  οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
      ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
      σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
      κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
      σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
 255  καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
      οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
      Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
      ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
      δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
 260  πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
      ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
      ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·
      κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
      πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
 265  οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
      ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
      καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες
      Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
 270  τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
      καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον,
                     Ἀχαιοί,
      Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
      οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
      παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
 275  ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
      κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
      ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
      ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
      οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
 280  μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
      πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
      ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
      Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
      μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
 285  λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
      δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
      ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
      Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
      ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
 290  μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
      ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
      κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω·
      μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
      ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
 295  ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
      ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
      ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
      δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
      ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
 300  κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
      ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
      σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
      Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
      Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο
                     θυμῷ·
 305  οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
      ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
      καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
      ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
      φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
 310  ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
      ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
      μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
      καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
      ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
 315  εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
      καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
      τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
      ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
      ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
 320  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
      ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
      ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
      ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
      μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
 325  δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
      Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
      ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
      ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
      νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
 330  τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε
      μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
      εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
      νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
      ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
 335  γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
      ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
      ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
 340  ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
      οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
      γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
      αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
      μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
 345  ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
      ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
      οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
      αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
      δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
 350  τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
      ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν
                     ὑμέων
      εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
      οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
      αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
 355  εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
      ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
      οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ
                  γέλασσαν.
      τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
 360  ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
      ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
      εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
      τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
      Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
 365  εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
      καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
      τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
      ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
      μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
 370  ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
      ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
      ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
      μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
      Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
 375  ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
      Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
      οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
      σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
      ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
 380  ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
      ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
      τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
      ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
      ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,
 385  ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
      ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
      ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον
      κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
      ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
 390  δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
      ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·
      δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
      οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
      θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.

卷 21

   1  τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
      κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
      τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
      ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
   5  κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
      εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ
      καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.
      βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
      ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
  10  χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
      ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
      ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
      δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
      Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
  15  τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
      οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
      ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
      μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
      νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.
  20  τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
      παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
      Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
      δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·
      αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
  25  ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
      φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
      ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
      σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,
      τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
  30  ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
      τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
      τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
      κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
      τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
  35  ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
      γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
      Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
      ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς
      ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
  40  ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
      κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
      ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
      οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
      ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
  45  ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,
      αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
      ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
      ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
      βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
  50  πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
      ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
      ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
      ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
      αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
  55  ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
      κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
      ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
      βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
      τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  60  ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
      τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
      κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
      ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
      στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  65  ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
      ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
      αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
      κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε
                     δῶμα
      ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
  70  ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
      μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
      ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
      ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
      θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
  75  ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
      καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
      τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
      κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
      τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  80  ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
      τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
      δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
      κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
      Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  85  νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
      ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
      θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
      κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
      ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  90  κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
      μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
      ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
      οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
      οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
  95  καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
      ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
      νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
      ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
      ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
 100  ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
      τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
      ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
      μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
      ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
 105  αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
      ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
      οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
      οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
      οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
 110  καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
      ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
      δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
      καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
      εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
 115  οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
      λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
      οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
      ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
      ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
 120  πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
      πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
      ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
      ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
      στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
 125  τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
      τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
      νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
      καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
      ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
 130  τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
      ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ
                     ἄκικυς,
      ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
      ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
      ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
 135  τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
      ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
      κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
      αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
      ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
 140  τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
      ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
      ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
      ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
      Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
 145  ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
      ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
      ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
      ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
      στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
 150  οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
      ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
      ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ
                     ἄλλος.
      πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
      θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
 155  τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
      ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
      νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
      γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
      αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
 160  ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
      μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
      γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
      ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
      κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
 165  αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
      ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
      Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
      Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
      δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
 170  εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
      θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
      οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
      οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
      ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
 175  ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον
                  αἰγῶν·
      ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
      πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
      ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
      ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
 180  τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
      ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον
                  πῦρ,
      πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
      ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
      τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
 185  ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
      Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
      ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
      τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
      βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
 190  ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
      ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
      φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
      βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε
                     μυθησαίμην,
      ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
 195  ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
      ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
      ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
      εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
      τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
 200  Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
      ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
      γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
      ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
      νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
 205  αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
      ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
      ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ
                     μογήσας
      ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
      γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
 210  οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
      εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
      σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
      εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
      ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
 215  οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
      Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
      εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
      ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
      οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
 220  Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
      ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
      τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
      κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
      καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
 225  ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
      καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
      εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
      παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
      ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
 230  ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
      πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
      ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
      οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
      ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
 235  ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
      κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
      ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
      ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
      προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
 240  σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
      κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
      ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
      ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
      ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
 245  Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
      θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς
      ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
      ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ
                     πάντων·
 250  οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
      εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
      ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
      ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
      ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
 255  τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
      τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
      Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
      νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
      ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
 260  κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
      ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,
      ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
      ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
      ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
 265  ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
      αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,
      ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
      τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
      ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
 270  τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
      κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
      νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
      οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
      τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
 275  κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
      ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
      Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
      λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
      νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·
 280  ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
      ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν
      χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν
      ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
      ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.
 285  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν,
      δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
      Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
      οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν
 290  δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
      μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
      ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
      οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
      βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
 295  οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
      ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
      ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
      μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
      ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
 300  ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ
      ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
      ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
      ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
      οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
 305  ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
      ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
      ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
      εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
      πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
 310  πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
      ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
      ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
 315  ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
      οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
      οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
      μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων
      ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
 320  τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·
      κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
      οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
      ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
      μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
 325  ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
      μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
      ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
      ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
      ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
 330  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
      ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
      ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
      οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
 335  πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
      ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
      ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
      εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
      ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
 340  δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
      καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
      πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
 345  κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
      οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
      οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
      τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
      καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
 350  ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
      ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
      ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
      πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
      ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
 355  παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
      ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
      κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
      ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
      αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
 360  μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
      ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
      πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
      πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
      οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
 365  ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
      ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
      δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
      Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
      ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι
                     πιθήσεις
 370  μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
      βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
      αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
      μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
      τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
 375  ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ
                  γέλασσαν
      μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
      Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
      ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
 380  ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
      Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
      κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
      ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
      ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
 385  προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
      ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
      κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
      σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
      κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
 390  κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
      βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
      ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
      εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
      πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
 395  μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
      ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
      ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
      ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
      ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
 400  νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
      ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
      αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
      ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
      ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
 405  αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
      ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
      ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
      ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
      ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
 410  δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
      ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
      μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
      ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
      γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
 415  ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
      εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
      γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
      κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
      τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
 420  αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν
      ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων
      πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε
      ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
      Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν
                     ἐλέγχει
 425  ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
      δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
      οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
      νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
      ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
 430  μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
      ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος
                  ὀξὺ
      Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
      ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ
      πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.

卷 22

   1  αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
      ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
      ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
      αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
   5  οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
      νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
      εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
      ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
      ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
  10  χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
      ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
      μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
      μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
      οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
  15  τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
      ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
      ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
      βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
      αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν
  20  ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
      σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν
      μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,
      ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
      πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
  25  οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.
      νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
      ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
      ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
      καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
  30  κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
      ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
      ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
      ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
      τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  35  ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ
                     ἱκέσθαι
      δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
      δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
      αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
      οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
  40  οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
      νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
      ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος
                  εἷλεν·
      πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
      Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  45  εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
      ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
      πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
      ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
      Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
  50  οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
      ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
      ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
      αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
      νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
  55  σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
      ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
      τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
      χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
      ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  60  τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
      ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
      οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
      πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  65  νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
      ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
      ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
      ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ.
      τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
  70  ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας
                     ἀάπτους,
      ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
      οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
      ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
      φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
  75  ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν
      ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
      ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
      τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
      ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
  80  χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
      σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
      ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
      ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
      φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
  85  κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
      καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
      θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
      λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
      Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
  90  ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
      εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
      Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
      ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
      δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  95  Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
      αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
      ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
      φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
      βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
 100  ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
      ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
      καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
      αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
      καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
 105  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
      μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
      ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
      βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
 110  ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
      καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
      βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
      αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
      ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
 115  ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
      αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
      τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
      βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
      αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
 120  τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
      ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
      αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
      κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
      ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
 125  εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
      ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
      ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο
      ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.
      τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
 130  ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.
      τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
      ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη
      καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
      τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
 135  τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
      οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
      αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
      καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
      ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι
 140  ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
      τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
      ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
      εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
      ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
 145  καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
      βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
      καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
      ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
      μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
 150  αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
      Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι
                     γυναικῶν
      νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
 155  αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
      κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
      ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο
      καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
      ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
 160  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
      βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
      οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
      αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
 165  κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
      ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
      ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
      ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
      πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
 170  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
      σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
      σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
      ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
 175  σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
      κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
      ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,
      βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
 180  ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
      τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
      εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
      τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
      τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
 185  Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
      δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
      τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
      κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
      σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
 190  εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
      υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
      σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
      κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
      τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
 195  νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα
                     φυλάξεις,
      εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
      οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
      λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
      αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
 200  ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
      τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
      βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
      ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
      τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
 205  τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
      Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
      τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
      Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο
                     φίλοιο,
      ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
 210  ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
      μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
      πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
      Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν
                     Ὀδυσσεὺς
      μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
 215  ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·
      ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,
      ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
      ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
      αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
 220  κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,
      τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
      ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
      οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
      ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
 225  νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
      οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις
                     ἀλκή
      οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
      εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
      πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
 230  σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
      πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
      ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
      ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
      ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
 235  Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
      ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
      ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
      ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
      αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
 240  ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
      μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
      Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
      Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
      οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
 245  ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
      τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
      τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
      ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
      καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
 250  οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
      τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
      ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
      δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
      τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
 255  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς
                  ἐκέλευεν,
      ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
      τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
      βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
      ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
 260  αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
      τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
      ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
      μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
      ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
 265  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
      ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
      Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
      Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
      οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
 270  μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
      τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
      αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
      ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
      τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
 275  βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
      ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
      Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
      λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
      Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
 280  ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
      τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
      μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
      ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
      Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·
 285  Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
      βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·
      ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
      εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
      μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
 290  τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
      ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
      ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
      οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
      Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
 295  δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
      ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
      δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν
      ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
      οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
 300  τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
      ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
      οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
      ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·
      ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
 305  οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
      γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
      ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
      τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
      κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
 310  Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
      καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
      γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ
                     ἐλέησον·
      οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
      εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
 315  παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
      ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
      τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
      αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
      κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
 320  τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
      πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
      τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
      σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
 325  τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
      ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
      κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
      κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
      φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
 330  Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
      Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
      ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
      ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
      ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
 335  ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
      Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
      ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
      ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
      γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
 340  ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
      μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
      αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
      καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
      γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ
                     ἐλέησον·
 345  αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
      πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
      αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
      παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
      ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
 350  καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
      ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
      πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
      ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
      ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
 355  αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
      ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
      καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
      οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
      εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
 360  ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
      ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
      πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
      ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
      αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην
 365  Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
      καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
      ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ
                     πατρὶ
      μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
      ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
 370  κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
      τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
      θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
      ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
      ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
 375  ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
      ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
      ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
      ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
      ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
 380  πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
      πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
      ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
      τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
      πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
 385  κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
      δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
      κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
      τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
      ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
 390  δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
      Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν
                     Εὐρύκλειαν,
      ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
      ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
      κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
 395  δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε
                     γυναικῶν
      δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
      ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
      ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
      ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
 400  βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
      εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
      αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
      ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
      πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
 405  αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·
      ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
      ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
      ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
      ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
 410  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
      οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
      τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
      οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
 415  οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
      τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
      ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
      αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
      τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
 420  τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
      πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
      δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
      εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
      τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
 425  οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
      Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
      σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
      ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
      εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
 430  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
      μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
      ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
      ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
      ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
 435  αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
      εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
      ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε
                     γυναῖκας·
      αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
      ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
 440  αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
      δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
      μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
      θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
      ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
 445  τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
      ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
      αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
      πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
      κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
 450  ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
      αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
      αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
      ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
      αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
 455  λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
      ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
      αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
      δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
      μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
 460  εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
      τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
      μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
      τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν
      μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
 465  ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
      κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
      ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
      ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
      ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
 470  αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
      ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
      δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
      ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
      ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
 475  τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
      τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
      χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
      οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
      εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
 480  αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
      οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
      ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
      ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
      πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
 485  τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
      ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
      ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
      μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
      ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
 490  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
      ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
      ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
      εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
 495  γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος
      ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·
      αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
      αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
      καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
 500  χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
      κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.

卷 23

   1  γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
      δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
      γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
      στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
   5  ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
      ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
      ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
      μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
      κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
  10  τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
      ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
      καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
      οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
  15  τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
      ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
      ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
      οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
      ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  20  ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
      εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
      ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
      τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
      αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
  25  τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
      οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
      ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
      ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
      Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
  30  ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
      ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
      ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
      γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
      καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  35  εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς
                     ἐνίσπες,
      εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
      ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
      μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
      τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  40  οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
      κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
      ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,
      πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
      Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
  45  εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
      ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
      κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
      νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν
  50  ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,
      πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
      ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
      ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
      νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
  55  ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
      καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον
      μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
      τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.
  60  οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
      πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
      ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
      ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
      ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  65  οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
      οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
      τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
      ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.
      τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
  70  τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
      ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα
      οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
      ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
      οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
  75  τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
      εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
      οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
      ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
      αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
  80  τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
      μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
      δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
      ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι
      ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
  85  ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
      ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
      ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
      ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
      ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
  90  τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
      ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
      ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
      ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
      ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
  95  ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
      Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
      μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
      τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
      ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
 100  οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
      ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
      ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·
      σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 105  τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
      οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
      οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
      ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
      γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
 110  σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
      ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
      αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
      Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
      πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
 115  νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
      τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
      ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
      καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
      ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
 120  φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
      ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
      κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
      τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
 125  μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
      ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
      ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
      ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
 130  τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
      πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
      δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
      αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
      ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
 135  ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
      ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
      μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
      ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
      ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
 140  φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο
      πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
      ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
      φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
 145  μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
      τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
      ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
      ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
      ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
 150  σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
      εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
      ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
      αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
      Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
 155  ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
      αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
      μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
      οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
      ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
 160  ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
      τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
      ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
      ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
      ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
 165  ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
      δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
      κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
      οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
      ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
 170  ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
      ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
      λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
 175  οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
      ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
      ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
      ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
      ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
 180  κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
      ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
      ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
      ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
      τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
 185  καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
      ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
      ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
      ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
      ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
 190  θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
      ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
      τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
      πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
      κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
 195  καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
      κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
      εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
      ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
      ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
 200  δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
      ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
      οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
      ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
      ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
 205  ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,
      σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
      δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
      δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
      μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα
                     μάλιστα
 210  ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
      οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
      ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
      αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
      οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
 215  αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
      ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
      ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
      οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
      ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
 220  εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
      ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
      τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
      τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
      λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
 225  νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
      εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
      ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
      Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
      ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
 230  πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
      ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο·
      κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
      ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
      ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
 235  ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
      παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
      νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
      ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
      ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
 240  δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
      καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
      εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
      νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
      ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
 245  ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
      Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
      καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις
                  Ὀδυσσεύς
      ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
      ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
 250  πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
      ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
      ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
      νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
      ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
 255  ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
      σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
      οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
 260  ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
      εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
      πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
 265  εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
      οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
      χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
      ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
      εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
 270  ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
      οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
      οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
      σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
      ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
 275  φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
      καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
      ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
      ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
      οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
 280  ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
      πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
      ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
      γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
      ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
 285  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
      ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
      τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
 290  ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
      αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
      γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
      τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
      ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
 295  ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
      ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
      αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
      παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
      αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
 300  τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
      τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
      ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
      ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
      οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
 305  ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
      αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
      ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
      πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
      πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
 310  ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ
                  ἔπειτα
      ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
      ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
      ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
      ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
 315  καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
      ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
      πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
      ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
      οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
 320  πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
      καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
      ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
      ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
      νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
 325  μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
      ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
      ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
      Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
      ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
 330  ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
      Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
      πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
      ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
      ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
 335  ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
      θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
      ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
      ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
      οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
 340  καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
      χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
      τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
      λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
      ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
 345  ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
      εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
      αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
      ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
      εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
 350  ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
      ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
      κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
      ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
      νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
 355  κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
      μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
      πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
      δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
      ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
 360  ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
      σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
      αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
      ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
      εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
 365  ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
      ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
      ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
      πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
      οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
 370  ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
      ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
      νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.

卷 24

   1  Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
      ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
      καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
      ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
   5  τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
      ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
      τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
      ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,
      ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν
  10  Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
      πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
      ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
      ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
      ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
  15  εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
      καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
      Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
      τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
      ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
  20  ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
      ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
      οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
      τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
      Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  25  ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
      οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
      δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
      ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
      μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
  30  ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
      δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
      τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
      ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
      νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  35  τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
      ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
      ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
      κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
      μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
  40  κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
      ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
      παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
      αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
      κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
  45  ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
      δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
      μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
      ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
      θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
  50  καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
      εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
      Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
      ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
      ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι
                        Ἀχαιῶν·
  55  μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
      ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
      ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι
                     Ἀχαιοί·
      ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
      οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
  60  Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
      θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
      Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
      ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
      κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
  65  ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
      μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
      καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
      καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
      τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
  70  πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
      αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
      ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
      οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
      χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
  75  φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
      ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
      μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
      χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
      τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
  80  ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
      χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
      ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
      ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
      τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  85  μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
      θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
      ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
      ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
      ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  90  ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
      οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
      ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
      ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
      πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  95  αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
      ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
      Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
      ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
 100  ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
      τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
      ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
      παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
      ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
 105  τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
      Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
      πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
      κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
      ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
 110  ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
      ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
      βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
      ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
      εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
 115  ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
      ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
      Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
      μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
      σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
 120  τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
      Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
      μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
      σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
      ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
 125  μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
      ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
      ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
      ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
      στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
 130  λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
      κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,
      μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
      ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
      Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
 135  μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
      μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
      αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
      ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.
      ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
 140  νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
      ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
      ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
      μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
      καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
 145  καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
      ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
      εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
      πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
      καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
 150  ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
      ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
      ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
      τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
      ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
 155  ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.
      τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
      πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
      σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
      οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
 160  ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,
      ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
      αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
      βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
      ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
 165  σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας
      ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
      αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
      τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
      ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
 170  οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
      νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.
      ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
      ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
      τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
 175  Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
      αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
      ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
      στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
      δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
 180  αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
      ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
      γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
      αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
      κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
 185  κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
      ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
      σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
      οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
      οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
 190  κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
      τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
      ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
      ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
      ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
 195  κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
      ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
      ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
      ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
      οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
 200  κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
      ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
      θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
      ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
      ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·
 205  οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν
                  ἵκοντο
      καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς
      Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.
      ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,
      ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
 210  δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
      ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
      ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.
      ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·
      ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,
 215  δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
      αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
      αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,
      ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.
      ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
 220  οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
      ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
      οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
      οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε
      αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
 225  ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
      τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
      λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα
      ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
      κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
 230  χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν
      αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
      τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
      γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
      στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
 235  μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
      κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα
      εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
      ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
      ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
 240  πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
      τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
      ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
      τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
      ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
 245  ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
      οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
      οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
      ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
      αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
 250  λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
      οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,
      οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
      εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
      τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,
 255  εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
      τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;
      καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
      εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν
 260  οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,
      οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
      εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
      ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν
      ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
 265  ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
      ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
      ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
      ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
      εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
 270  Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
      τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
      ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
      καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
      χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
 275  δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
      δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
      τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
      χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,
      τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
 280  τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον
                  εἴβων·
      ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
      ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
      δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
      εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
 285  τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
      καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
      ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
      πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
      σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,
 290  δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
      ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
      θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ
      κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·
      οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,
 295  κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
      ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
      καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
      τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
      ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο
 300  ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας
      νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.
      εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,
 305  υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·
      αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων
      πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
      νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.
      αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
 310  ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
      δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
      δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
      χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει
      μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
 315  ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
      ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
      χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
      τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
      δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
 320  κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
      κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ
                     μεταλλᾷς,
      ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
      ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
      ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
 325  μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
      λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
      τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
      εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
      σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
 330  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
      τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
      οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
      ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
 335  δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
      εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
      εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
      παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
      ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
 340  ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
      συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
      δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
      ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
      ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
 345  ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,
      σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
      ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
      εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
      αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
 350  ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
      Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν
                     Ὄλυμπον,
      εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
      νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
      ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
 355  πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
      ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
      ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
 360  προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
      ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
      οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
      εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
      ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
 365  τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
      ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
      ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
      ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
      μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
 370  ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
      ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
      εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
 375  τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
      αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
      οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
      ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
      τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
 380  τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
      ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
      πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
      ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
      οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
 385  ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
      ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
      ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
      ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
      μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
 390  ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
      οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
      ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
      μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
      ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ
                     θάμβευς·
 395  δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
      μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
      ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
      ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 400  ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
      οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
      οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
      καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
      ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
 405  νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
      ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
      ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ
                  δίφρου.
      ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
 410  δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
      ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
      ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
      Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
      μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
 415  οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
      μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
      ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
      τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
      πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
 420  αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
      αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
      τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·
      παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
      Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
 425  τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
      ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ
                     Ἀχαιούς·
      τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
      ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·
      τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,
 430  ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
      ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
      ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·
      λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
      εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
 435  τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
      ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
      ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
      ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας
                  Ἀχαιούς.
      ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
 440  ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
      ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
      τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
      κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ
                     Ὀδυσσεὺς
      ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
 445  αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
      ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
      ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
      φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
      θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
 450  ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος
                  ᾕρει.
      τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
      Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
      ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
      κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·
 455  ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
      οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
      ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
      οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
      κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
 460  ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
      καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
      μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
      ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
      ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
 465  οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει
      πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
      αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
      ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
      τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
 470  φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
      ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
      αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
      ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
      εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
 475  ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
      τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
      τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
      τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
      οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
 480  ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
      ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
      ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
      ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
      ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
 485  ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
      ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
      ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
      βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
      οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
 490  τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
      ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
      ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
      στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
      αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
 495  οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
      ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
      τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
      ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
      καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
 500  αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
      ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
      τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
      Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
      τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
 505  αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
      Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς
                     ἐπελθών,
      ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
      μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
      ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.
 510  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
      οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
      ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
      τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
 515  υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.
      τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
      ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,
      εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
      αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
 520  ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς
                  Ἀθήνη
      εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
      αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
      καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
      ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
 525  δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
      ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
      τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
      καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
      εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
 530  ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.
      ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
      ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
      ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·
      τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
 535  πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·
      πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
      σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
      οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.
      καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
 540  κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
      δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·
      διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
      ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
      μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
 545  ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.
      ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν
      Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
      Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
← 回到 荷马作家页